680—694. Οἱ δὲ Σινδοὶ καὶ οἱ Κιμμέριοι πυκνοὶ καὶ συνεχεῖς ὄντες τοὺς Σαυρομάτας ἐπέχουσιν, οἳ τε πλησίον τοῦ Εὐξείνου ὄντες Κερκέτιοί τε καὶ Ὀρέται καὶ οἱ ἰσχυρότατοι Ἕλληνες, οὕστινάς ποτε ἀπὸ τοῦ Ξάνθου καὶ τοῦ Σιμόεντος ποταμοῦ τοῦ ἐξ Ἴδης ῥέονιος αἱ τοῦ ζεφύρου καὶ νότου πνοαὶ ἀπεχώρισαν τῷ πολεμικωτάτῳ Ἀγαμέμνονι καὶ Μενελάῳ ἐπὶ τὸν κατὰ τῆς Τροίας πόλεμον ἀκολουθήσαντας. Ἐπὶ τούτοις δὲ κατοικοῦσι πλησιόχωρον γῆν ἔχοντες ἔκγονοι ὄντες τῶν Πελασγῶν οἳ τε Ἡνίοχοι καὶ οἱ Ζύγιοι. Περὶ δὲ τὸ ἐνδότατον τοῦ Εὐξείνου πόντου μετὰ τὴν Διοσκουριάδα γῆν Κόλχοι, οἱ τῶν Αἰγυπτίων ἀπόγονοι, μέτοικοι ὄντες, κατοικοῦσι, πλησίον τοῦ Καυκάσου ὄρους ὑπάρχοντες, ὅστις Καύκασος περὶ τὸν Ὑρκάνιον πόντον τοῖς ὑψηλοῖς ὄρεσιν αὔξεται· ὅπου ὁ Φᾶσις ποταμὸς κατὰ τὸν νῶτον τοῦ Κιρκαίου πεδίου συστρεφόμενος εἰς τὸν Εὔξεινον πόντον τὸ ἀχνῶδες καὶ χορτῶδες αὐτοῦ ἀπερεύγεται, ἀπὸ Ἀρμενίου ὄρους ἀρξάμενος. 695—705. Πρὸς δὲ τὴν ἀνατολὴν τούτου καὶ τὸν βορρᾶν ὁ ἰσθμὸς τῆς Κασπίας θαλάσσης καὶ τοῦ Εὐξείνου ἐπίκειται. Ἐπὶ δὲ τούτῳ τῷ ἰσθμῷ τὸ ἀνατολικὸν ἔθνος κατοικεῖ τῶν Ἰβήρων (οἵτινές ποτε Ἴβηρες ἀπὸ τῆς Πυρήνης, ἤγουν τῆς ἑσπερίας ἢ δυτικῆς Ἰβηρίας ἐπὶ τὴν ἀνατολὴν παρεγένοντο, τοῖς Υρκανίοις ἀνδρασι μεγάλην ἔχθραν συμβαλόντες), καὶ τὸ μέγα ἔθνος τῶν Καμαριτῶν, οἵτινές ποτε τὸν Διόνυσον ἀπὸ τοῦ πολέμου τῶν Ἰνδῶν προσδεξάμενοι ἐξενοδόχησαν, καὶ ἱερὸν χορὸν, ὃ ἔστι μέγαν, μετὰ τῶν Βακχῶν ἔστησαν, ζώματα καὶ νεβρῖδας ἐπὶ τοῖς στήθεσιν αὐτῶν περιβαλόμενοι, εὐ οἱ εὐάν λέγοντες. Οὗτος δὲ ὁ Διόνυσος ταῖς ἑαυτοῦ φρεσὶ τὴν γενεὰν τῶν ἀνθρώπων καὶ τὰ ἤθεα τῆς γῆς ἐκείνης, τουτέστι περιφραστικῶς τὴν γῆν ἐκείνην, ἠγάπησεν.