652—662. Πλησίον μὲν οὖν τῆς Μαιώτιδος λίμνης αὐτοὶ οἱ Μαιῶται οἰκοῦσι, καὶ τὸ γένος τοῦ πολεμικωτάτου Ἄρεος, τὰ ἔθνη τῶν ἀγαυῶν Σαυροματῶν· καὶ γὰρ ἐξ ἐκείνης τῆς συνουσίας τὴν γένεσιν ἕλκουσι τῶν Ἀμαζόνων, ἥντινά ποτε ἐμίγησαν τοῖς Σαυρομάταις, πόρρω τῆς οἰκείας πατρίδος καὶ τοῦ Θερμώδοντος ποταμοῦ πλανηθεῖσαι, ὁπόταν καθ᾿ Ἑλλάδος ἐστρατοπέδευσαν, ἢ φεύγουσαι τὸν Ἡρακλέα. Τούτου χάριν καὶ μεγαλόψυχοι παῖδες καὶ ἰσχυροὶ (ἐξ αὐτῶν ἐγεννήθησαν, ἐπὶ τὴν ἄπειρον κατοικοῦντες καὶ ὑλώδη γῆν, ἧστινος ἐπὶ μέσον ὁ Τάναῖς ποταμὸς συρόμενος εἰς τὴν μυχὸν ἢ τὸ μέσον τῆς Μαιώτιδος λίμνης ἐκβάλλει, ὅστις καὶ τὴν Εὐρώπην ἀπὸ τῆς Ἀσίας διαχωρίζει, ἐπὶ τὴν δύσιν μὲν τὴν Εὐρώπην, ἐπὶ δὲ τὰς αὐγὰς, ἤτοι τὴν ἀνατολὴν, τὴν τῆς Ἀσίας ἤπειρον. 663 679. Τούτου δὲ τοῦ Τανάϊδος αἱ μὲν πηγαὶ ἐν τοῖς Καυκασίοις πόρρωθεν ἀναβράζονται, ἤτοι ἀναπέμπονται, οὗτος δὲ ἔνθα κἀκεῖσε ἐπὶ τὰ Σκυθικὰ ὁρμῶν ἐπιτρέχει πεδία. Τούτου δὲ κυμαίνοντος ἀπὸ τοῦ βορρᾶ, ἄπειρον καὶ πολὺν προσβλέψειας ἀπὸ τοῦ κρύους παγέντα. Σχετλιασμοῦ δὲ ἄρα ἐκεῖνοι οἱ ἄνδρες ἄξιοι, οἵτινες περὶ τὸν ποταμὸν ἐκεῖνον τὴν οἴκησιν αὑτῶν ἔχουσιν· ἀεὶ γὰρ ἐν αὐτοῖς ψυχρά ἐστι χιὼν καὶ ὁ δύσπνοος κρυμός. Καὶ δὴ ὁπόταν ἐκ τῶν ἀνέμων πολὺ ψύχος ἐπέλθῃ, ἢ ἵππους ἐκπνέοντας τοῖς ὀφθαλμοῖς ὁρῶσιν αὐτῶν, ἢ ἡμιόνους, ἢ τὸ γένος τῶν ἐν ἀγρῷ αὐλιζομένων προβάτων. Οὐδαμῶς δὲ οὐδ᾿ αὐτοὶ σῶοι οἱ ἄνδρες ὑπάρχουσιν, οἵτινες ὑπὸ τῆς πνοῆς ἢ φορᾶς τῶν ἀνέμων ἐκείνων μένουσιν, ἀλλ᾿ ἁμάξας ὑποζεύξαντες εἰς ἑτέραν χώραν ἐκκλίνουσι καὶ φεύγουσι, καταλείπουσι δὲ τοῖς χειμερίοις ἀνέμοις ἐκείνην τὴν γῆν, οἵτινες σὺν κακαῖς συστροφαῖς ὁρμώμενοι τήν τε γῆν ἅπασαν ἐκείνην καὶ τὰ πευκόεντα ὄρη συγκλονοῦσι. Τοσοῦτοι μὲν περὶ τὸν Τάναῖν ποταμὸν κατοικοῦσιν.