627—635. Ἀλλ᾿ οὐδαμῶς τοσοῦτον ὑπάρχει τὸ μέγεθος τῆς Ἀσίας γῆς, ὅσον τῆς Λιβύης καὶ Εὐρώπης, οὐδὲ κατὰ τὸ εἶδος ἅπαν ὅμοιον καὶ παραπλήσιον. Καὶ γὰρ ἐν ἐκείναις ταῖς ἡπείροις μία μεγίστη ἡγεμονεύει θάλασσα, ἐν δὲ τῆ Ἀσίᾳ πολὺς ὠκεανός· τρεῖς γὰρ κόλπους μεγάλα κύματα ἔχοντας συστρέφων ἐρεύγεται ἢ ἀποτίκτει ἐξ ἑαυτοῦ ἔσωθεν βάλλων εἰς τὴν ἤπειρον τῆς Ἀσίας, τὸν Περσικὸν καὶ τὸν Ἀράβιον καὶ τὸν Ὑρκάνιον τὸν καὶ Κάσπιον κόλπον τὸν βαθείας συστροφὰς ἔχοντα, τοὺς δύο μέν, τουτέστι τὸν Περσικὸν καὶ Ἀράβιον, πρὸς νότον, τὸν Κάσπιον δὲ ἐς τὸν βορρᾶν ὁρῶντα καὶ ἐς τὸν Λίβα ἄνεμον, γείτονα τοῦ Εὐξείνου πόντον· ὅντινα κόλπον ἄπειρα καὶ ἀναρίθμητα ἔθνη περιοικεῖ. 636—651. Ἀμφοτέρων δὲ τῶν δύο τούτων κόλπων ἄπειρος ἰσθμὸς μέσον διαχωρίζει, ἔνθα κἀκεῖσε εἰς πολλὰ μέρη τοῖς πεδίοις περιτεινόμενος, εἰς τὰ μέσα δὲ ἁπάσης τῆς Ἀσίας ὄρος ἐπιβέβηκεν ἀρξάμενον ἀπὸ τῆς Παμφυλίας μέχρι τῶν Ἰνδῶν, ἄλλοτε μὲν λοξὸν καὶ κυρτὸν, ἄλλοτε δὲ ὀρθότερον ἰχνῶν, Ταῦρον δὲ καλοῦσιν αὐτὸ, διότι ταυροφανές ἐστι καὶ ὀξυκέφαλον, ὥστε λοφοῦσθαι εἰς ὕψος πολυσχιδὲς, ὃ ἔστι εἰς πολλὰ μέρη διασχιζόμενον· εἰς γὰρ τὰς ἐξοχὰς αὐτοῦ κέρατα ταύρου μιμεῖται ἔνθα κἀκεῖσε τοῖς ἐκτεταμένοις ὄρεσιν. Ἐξ αὐτοῦ δὲ πολλοὶ καὶ ἄπειροι ποταμοὶ ἠχητικῶς ῥέουσιν, οἱ μὲν πρὸς τὸν βορρᾶν, οἱ δὲ ἰπὶ νότον, οἱ δὲ ἐπὶ τὴν ὁρμὴν τοῦ ζεφύρου. Τίς ἂν πάντων τὰ ὀνόματα εἴποι, οὐδαμῶς γὰρ μίαν ἐπωνυμίαν ὁ Ταῦρος ἔλαχεν, ἀλλ᾿ ἐν ἑκάστῃ τοῦ τόπου θέσει ἐν ᾧ καὶ ὁρᾶται καὶ ὄνομα ἔχει. Ἄτινα ὀνόματα ἐν φροντίδι γένοιτο τοῖς ἀνδράσιν, οἵτινες κατὰ χώραν ἑκάστην τὴν οἴκησιν ἔχειν κεκλήρωνται ὁμούριον ἢ αὐτῶν πλησιόχωρον. Ἀρτίως δὲ διέλθω καὶ περιγένωμαι λέξων πάντα τὰ ἔθνη, ὅσα διάδηλα καὶ ἐπίσημα τὴν Ἀσίαν οἰκεῖ, αἱ δὲ Μοῦσαι τὴν εὐθεῖαν ὁδὸν καὶ μὴ διεσπαρμένην φέροιεν.