606—619. Ὑπάρχει δέ σοι ἐπὶ τὰ ἔμπροσθεν μέρη ἔξωθεν τῆς Καρμανίδος ἄκρας ἡ Περσόνησος, Ὤγυρις καλουμένη, ὅπου ὁ τύμβος ἢ τὸ σῆμα τοῦ Ἐρυθραίου βασιλέως, ἀφ᾿ οὗ καὶ Ἐρυθρὰ ἡ ἐκεῖθι θάλασσα λέγεται. Ἐκ ταύτης δ᾿ ἂν περάσαις ἐπὶ τὸ στόμα τῆς Περσικῆς θαλάσσης. Ὁρμηθεὶς δὲ πρὸς τὰ βόρεια, εἰς Ἤκαρον πελαγίαν νῆσον παραγενήσῃ, ὅκου τῆς Ταυροπόλου θεοῦ, ἤτοι τῆς Ἀρτέμιδος, βωμοὶ κνισσήεντες πικρὸν καπνὸν τῶν θυσίῶν ἔχουσιν. Τοσαύτας μέν πλατυτέρας ἢ μείζους νήσους ὁ ῥοῦς τοῦ ὠκεανοῦ ἔχει· ἄλλαι δὲ ἄπειροι καὶ ἀναρίθμητοί εἰσιν, αἱ μὲν ἐπὶ ταῖς προχοαῖς τῆς Λιβυκῆς θαλάσσης, αἱ δὲ ἐπὶ τῆς Ἀσίας, αἱ δὲ περὶ τὸ κλίμα τῆς Εὐρώπης, ἄλλαι δὲ ἀλλαχόσε πολλαὶ, αἱ μὲν ὑπ᾿ ἀνθρώπων κατοικούμεναι καὶ ταῖς ναυσὶν λιμένα καλὸν ἔχουσαι, αἱ δὲ κατάκρημνοι καὶ τοῖς ναύταις ἀνεπίβατοι· ὧντινων οὐκ ἔστι μοι εὔκολον τὰ ὀνόματα εἰπεῖν. 620 626. Τὸ δὲ σχῆμα καὶ ἡ μορφὴ τῆς Ἀσίας ἐστὶν ὁ ῥυσμὸς, τουτέστιν ἡ ἔκτασις καὶ ἡ περιγραφὴ, τῶν ἀμφοτέρων ἠπείρων, τῆς τε Εὐρώπης καὶ Λιβύης, ὅμοιον δέ ἐστι τὸ σχῆμα καὶ παραπλήσιον κώνῳ, ὅπερ ἐστὶ σχῆμα στροβιλοειδὲς, κατὰ τὸ ἔτερον μέρος ἢ τὸ ἐναντίον ἑλκόμενον κατὰ μικρὸν, καὶ ἀποξυνόμενον πρὸς τὸ ἔσχατον πέρας τῆς ἀνατολῆς, τῶν ἑτέρων δύο ἡπείρων πρὸς τὴν δύσιν κειμένων· ὅπου καὶ τοῦ ἐν Θήβῃ γεννηθέντος Διονύσου αἱ στῆλαι περὶ τὰ ἔσχατα τοῦ ὠκεανοῦ ἵστανται ἐν τοῖς ἐσχάτοις μέρεσι τῶν Ἰνδῶν, ὅπου ὁ Γάγγης τὸ Νυσσαῖον λευκὸν ὕδωρ ἢ τὸ ἀπὸ Νύσσης κατερχόμενον ἐπὶ τὸν πλαταμῶνα κυλίει.