580—586. Πολλὴν δὲ ὁδὸν τοῦ ὠκεανοῦ ἐπὶ τὰ ἔμπροσθεν βόρεια μέρη ὑπὲρ τῶν Βρετανικῶννήσων διελθὼν ἐπὶ τὴν Θούλην νῆσον τῇ καλῶς ἐργασθείσῃ νηῒ διαπεράσαις. Ἐκεῖσε μὲν τοῦ ἡλίου πρὸς τὰ ἀρκτῶα μέρη τοῦ κόσμου, ἤγουν ἐπὶ τὸν ἀρκτῶον πόλον, βεβηκότος, διὰ τὸ ἐπίμηκες τῶν ἡμερῶν τάς τε ἡμέρας καὶ νύκτας τὸ ἀειλαμπές αὐτοῦ φῶς ἐκκέχυται. Τηνικαῦτα γὰρ λοξότερος ὁ ἥλιος φέρεται καὶ τὸν ὁρίζοντα ἐκκλινόμενος, κατὰ εὐθεῖαν τῶν ἀκτίνων αὐτοῦ ἐρχομένων· μυλοειδῶς γὰρ αὐτὴν περιστρέφεται καὶ εἰς αὐτὴν ἐφορᾷ καθ᾿ ὅλον τὸν κύκλον, ἕως ὅτου πάλιν ἔλθῃ ἐπὶ τοὺς τὰ νότια μέρη, ἤγουν τὸ ἀντικείμενον νότιον ἡμικύκλιον, κατοικοῦντας Ἰνδοὺς καὶ Αἰθίοπας. 587—605. Ἀλλ᾿ ὅταν τοῦ Σκυθικοῦ ἢ βορείου ὠκεανοῦ βαθὺ ῥεῦμα τῇ νηῒ περάσῃς, εἰς τοὔμπροσθεν δὲ ἐπὶ τὸ ἑῷον πέλαγος κάμψῃς, ἐπὶ τὴν Χρυσῆν νῆσόν σε ὁ πλοῦς ἄγει Ἐκεῖ δὲ ἡ τοῦ καθαροῦ ἡλίου φαίνεται ἀνατολή. Ἐκεῖθεν δὲ στραφεὶς ἔμπροσθεν τῆς νοτίας ἄκρας ταχέως ἐπὶ τὴν Ταπροβάνην, μεγάλην νῆσον τῆς Κωλιάδος, ἤτοι τῆς Ἀφροδίτης, παραγενήσῃ, τὴν μητέρα τῶν ἐλεφάντων τῶν ἐξ Ἀσίας τὸ γένος ἐχόντων· ὑπὲρ ἧστινος Ταπροβάνης ἄνωθεν ἐν τῷ ζωδιακῷ τοῦ οὐρανοῦ κύκλῳ ὁ διάπυρος καρκίνος ἀναστρέφεται, ὡς ἐπιπολάζοντος τοῦ ἡλίου ἐκεῖ διὰ τὸ μέγεθος αὐτῆς. Καὶ γὰρ πλατεῖά ἐστιν ἡ Ταπροβάνη κατὰ τὸ μέγεθος. Οἱ δὲ περὶ αὐτὴν αἰγιαλοὶ τὰ κήτη ἔχουσι, τὰ βοτὰ, τουτέστι τὰ θρέμματα, τῆς Ἐρυθρᾶς θαλάσσης, τοῖς ὑψηλοῖς ἢ τοῖς μεγάλοις ὄρεσιν ἀφομοιούμενα ἢ ἀπεικαζόμενα, κατὰ δὲ τὸν νῶτον αὐτῶν ἡ πολλὴ καὶ ἐπιμήκης τῆς ἀκάνθης περιπλοκὴ τραχύνεται. Τῶν δὲ δυσμενῶν καὶ ἀγρίων ἀνδρῶν παῖδες περὶ τὸν πόντον πλανώμενοι αὐτοῖς ὑπαντήσειαν· οὐδαμῶς γὰρ ἐκφυγεῖν ἔνεστι τὸ μέγα χάσμα τῶν στομάτων, πολλάκις δὲ τὰ τέρατα ἐκεῖνα, ἤτοι τὰ Ἐρυθραῖα κήτη, τὴν ναῦν σὺν τοῖς ἀνδράσι τῆς νηὸς ἢ σὺν τοῖς ναύταις καταπίοιεν. Τοῖς γὰρ κακοῖς ὁ θεὸς πανταχοῦ καὶ ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ μυρία κακὰ ἡτοίμασεν. 606—619. Ὑπάρχει δέ σοι ἐπὶ τὰ ἔμπροσθεν μέρη ἔξωθεν τῆς Καρμανίδος ἄκρας ἡ Περσόνησος, Ὤγυρις καλουμένη, ὅπου ὁ τύμβος ἢ τὸ σῆμα τοῦ Ἐρυθραίου βασιλέως, ἀφ᾿ οὗ καὶ Ἐρυθρὰ ἡ ἐκεῖθι θάλασσα λέγεται. Ἐκ ταύτης δ᾿ ἂν περάσαις ἐπὶ τὸ στόμα τῆς Περσικῆς θαλάσσης. Ὁρμηθεὶς δὲ πρὸς τὰ βόρεια, εἰς Ἤκαρον πελαγίαν νῆσον παραγενήσῃ, ὅκου τῆς Ταυροπόλου θεοῦ, ἤτοι τῆς Ἀρτέμιδος, βωμοὶ κνισσήεντες πικρὸν καπνὸν τῶν θυσίῶν ἔχουσιν. Τοσαύτας μέν πλατυτέρας ἢ μείζους νήσους ὁ ῥοῦς τοῦ ὠκεανοῦ ἔχει· ἄλλαι δὲ ἄπειροι καὶ ἀναρίθμητοί εἰσιν, αἱ μὲν ἐπὶ ταῖς προχοαῖς τῆς Λιβυκῆς θαλάσσης, αἱ δὲ ἐπὶ τῆς Ἀσίας, αἱ δὲ περὶ τὸ κλίμα τῆς Εὐρώπης, ἄλλαι δὲ ἀλλαχόσε πολλαὶ, αἱ μὲν ὑπ᾿ ἀνθρώπων κατοικούμεναι καὶ ταῖς ναυσὶν λιμένα καλὸν ἔχουσαι, αἱ δὲ κατάκρημνοι καὶ τοῖς ναύταις ἀνεπίβατοι· ὧντινων οὐκ ἔστι μοι εὔκολον τὰ ὀνόματα εἰπεῖν. 620 626. Τὸ δὲ σχῆμα καὶ ἡ μορφὴ τῆς Ἀσίας ἐστὶν ὁ ῥυσμὸς, τουτέστιν ἡ ἔκτασις καὶ ἡ περιγραφὴ, τῶν ἀμφοτέρων ἠπείρων, τῆς τε Εὐρώπης καὶ Λιβύης, ὅμοιον δέ ἐστι τὸ σχῆμα καὶ παραπλήσιον κώνῳ, ὅπερ ἐστὶ σχῆμα στροβιλοειδὲς, κατὰ τὸ ἔτερον μέρος ἢ τὸ ἐναντίον ἑλκόμενον κατὰ μικρὸν, καὶ ἀποξυνόμενον πρὸς τὸ ἔσχατον πέρας τῆς ἀνατολῆς, τῶν ἑτέρων δύο ἡπείρων πρὸς τὴν δύσιν κειμένων· ὅπου καὶ τοῦ ἐν Θήβῃ γεννηθέντος Διονύσου αἱ στῆλαι περὶ τὰ ἔσχατα τοῦ ὠκεανοῦ ἵστανται ἐν τοῖς ἐσχάτοις μέρεσι τῶν Ἰνδῶν, ὅπου ὁ Γάγγης τὸ Νυσσαῖον λευκὸν ὕδωρ ἢ τὸ ἀπὸ Νύσσης κατερχόμενον ἐπὶ τὸν πλαταμῶνα κυλίει. 627—635. Ἀλλ᾿ οὐδαμῶς τοσοῦτον ὑπάρχει τὸ μέγεθος τῆς Ἀσίας γῆς, ὅσον τῆς Λιβύης καὶ Εὐρώπης, οὐδὲ κατὰ τὸ εἶδος ἅπαν ὅμοιον καὶ παραπλήσιον. Καὶ γὰρ ἐν ἐκείναις ταῖς ἡπείροις μία μεγίστη ἡγεμονεύει θάλασσα, ἐν δὲ τῆ Ἀσίᾳ πολὺς ὠκεανός· τρεῖς γὰρ κόλπους μεγάλα κύματα ἔχοντας συστρέφων ἐρεύγεται ἢ ἀποτίκτει ἐξ ἑαυτοῦ ἔσωθεν βάλλων εἰς τὴν ἤπειρον τῆς Ἀσίας, τὸν Περσικὸν καὶ τὸν Ἀράβιον καὶ τὸν Ὑρκάνιον τὸν καὶ Κάσπιον κόλπον τὸν βαθείας συστροφὰς ἔχοντα, τοὺς δύο μέν, τουτέστι τὸν Περσικὸν καὶ Ἀράβιον, πρὸς νότον, τὸν Κάσπιον δὲ ἐς τὸν βορρᾶν ὁρῶντα καὶ ἐς τὸν Λίβα ἄνεμον, γείτονα τοῦ Εὐξείνου πόντον· ὅντινα κόλπον ἄπειρα καὶ ἀναρίθμητα ἔθνη περιοικεῖ.