580—586. Πολλὴν δὲ ὁδὸν τοῦ ὠκεανοῦ ἐπὶ τὰ ἔμπροσθεν βόρεια μέρη ὑπὲρ τῶν Βρετανικῶννήσων διελθὼν ἐπὶ τὴν Θούλην νῆσον τῇ καλῶς ἐργασθείσῃ νηῒ διαπεράσαις. Ἐκεῖσε μὲν τοῦ ἡλίου πρὸς τὰ ἀρκτῶα μέρη τοῦ κόσμου, ἤγουν ἐπὶ τὸν ἀρκτῶον πόλον, βεβηκότος, διὰ τὸ ἐπίμηκες τῶν ἡμερῶν τάς τε ἡμέρας καὶ νύκτας τὸ ἀειλαμπές αὐτοῦ φῶς ἐκκέχυται. Τηνικαῦτα γὰρ λοξότερος ὁ ἥλιος φέρεται καὶ τὸν ὁρίζοντα ἐκκλινόμενος, κατὰ εὐθεῖαν τῶν ἀκτίνων αὐτοῦ ἐρχομένων· μυλοειδῶς γὰρ αὐτὴν περιστρέφεται καὶ εἰς αὐτὴν ἐφορᾷ καθ᾿ ὅλον τὸν κύκλον, ἕως ὅτου πάλιν ἔλθῃ ἐπὶ τοὺς τὰ νότια μέρη, ἤγουν τὸ ἀντικείμενον νότιον ἡμικύκλιον, κατοικοῦντας Ἰνδοὺς καὶ Αἰθίοπας. 587—605. Ἀλλ᾿ ὅταν τοῦ Σκυθικοῦ ἢ βορείου ὠκεανοῦ βαθὺ ῥεῦμα τῇ νηῒ περάσῃς, εἰς τοὔμπροσθεν δὲ ἐπὶ τὸ ἑῷον πέλαγος κάμψῃς, ἐπὶ τὴν Χρυσῆν νῆσόν σε ὁ πλοῦς ἄγει Ἐκεῖ δὲ ἡ τοῦ καθαροῦ ἡλίου φαίνεται ἀνατολή. Ἐκεῖθεν δὲ στραφεὶς ἔμπροσθεν τῆς νοτίας ἄκρας ταχέως ἐπὶ τὴν Ταπροβάνην, μεγάλην νῆσον τῆς Κωλιάδος, ἤτοι τῆς Ἀφροδίτης, παραγενήσῃ, τὴν μητέρα τῶν ἐλεφάντων τῶν ἐξ Ἀσίας τὸ γένος ἐχόντων· ὑπὲρ ἧστινος Ταπροβάνης ἄνωθεν ἐν τῷ ζωδιακῷ τοῦ οὐρανοῦ κύκλῳ ὁ διάπυρος καρκίνος ἀναστρέφεται, ὡς ἐπιπολάζοντος τοῦ ἡλίου ἐκεῖ διὰ τὸ μέγεθος αὐτῆς. Καὶ γὰρ πλατεῖά ἐστιν ἡ Ταπροβάνη κατὰ τὸ μέγεθος. Οἱ δὲ περὶ αὐτὴν αἰγιαλοὶ τὰ κήτη ἔχουσι, τὰ βοτὰ, τουτέστι τὰ θρέμματα, τῆς Ἐρυθρᾶς θαλάσσης, τοῖς ὑψηλοῖς ἢ τοῖς μεγάλοις ὄρεσιν ἀφομοιούμενα ἢ ἀπεικαζόμενα, κατὰ δὲ τὸν νῶτον αὐτῶν ἡ πολλὴ καὶ ἐπιμήκης τῆς ἀκάνθης περιπλοκὴ τραχύνεται. Τῶν δὲ δυσμενῶν καὶ ἀγρίων ἀνδρῶν παῖδες περὶ τὸν πόντον πλανώμενοι αὐτοῖς ὑπαντήσειαν· οὐδαμῶς γὰρ ἐκφυγεῖν ἔνεστι τὸ μέγα χάσμα τῶν στομάτων, πολλάκις δὲ τὰ τέρατα ἐκεῖνα, ἤτοι τὰ Ἐρυθραῖα κήτη, τὴν ναῦν σὺν τοῖς ἀνδράσι τῆς νηὸς ἢ σὺν τοῖς ναύταις καταπίοιεν. Τοῖς γὰρ κακοῖς ὁ θεὸς πανταχοῦ καὶ ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ μυρία κακὰ ἡτοίμασεν.