58—68. Ἀρτίως δὲ τῆς ἑσπερίας ἤτοι τῆς δυτικῆς τῆς καθ᾿ ἡμᾶς θαλάσσης τὸν πόρον λέξω, ἥτις ἐπὶ πάσας τὰς ἠπείρους, ὃ ἔστιν ἐπὶ τὰ τρία τῆς οἰκουμένης μέρη, τοῖς λοξοῖς πελάγεσιν ἐπιστρέφεται, τουτέστι διέρχεται, ἄλλοτε μὲν νήσους κύκλῳ περιτρέχουσα, ἄλλοτε δὲ ἢ ὀρέων ἄκρας ἢ τὸ τῶν παραλίων πόλεων κάτω μέρος ὑποξύουσα, ἤτοι ὑποτρίβουσα. Ὑμεῖς δὲ, ὦ Μοῦσαι, τὰς σκολιὰς ὁδοὺς, ἤτοι τὰς δυσχερεῖς καὶ οὐ κατ᾿ εὐθεῖαν ἰούσας, προσείπατε, ἀρξάμεναι κατὰ τάξιν ἀπὸ τοῦ δυτικοῦ ὠκεανοῦ, ὅπου καὶ αἱ στῆλαι τοῦ Ἡρακλέους, ἥ τε Ἀλύβη καὶ Ἄβιννα, περὶ τὰ τέρματα τῆς καθ᾿ ἡμᾶς θαλάσσης καὶ τῆς τοῦ ὠκεανοῦ ἀρχῆς μέγα ἵσταται θαῦμα, ἐπὶ τὰ ἔσχατα μέρη τῶν Γαδείρων, ἐπὶ τὸν μακρὸν πρηῶνα, ἤτοι τὴν μεγάλην ἐξοχὴν, τῶν ἐπὶ πολὺ διηκόντων, ἤτοι τῶν εἰς πολλὰ διεσπαρμένων, Ἀτλάντων ἢ τῶν Ἀτλαντικῶν πόρων· ὅπου ὁ Ἄτλας μέγιστον τῆς Λιβύης ὄρος ὡς χάλκειος καὶ ὑψηλὸς κίων εἰς οὐρανὸν ἀνέδραμε, πυκνοῖς καὶ ἰσχυροῖς νέφεσι καλυπτόμενος. 60—75. Ἀρχὴν δὲ ποιουμένοις ἡμῖν τοῦ λέγειν ἔστω τάξις αὕτη. (τοῦτο γὰρ συνυπακούεται). Ἀπὸ τῶν Γαδείρων, ἤτοι Ἡρακλέους στηλῶν, πρῶτος μὲν ὁ Ἰβηρικὸς περικέχυται πόντος, ὅστις καὶ τῆς Εὐρώπης καὶ τῆς Λιβύης ὑπάρχει ἀρχή· καὶ γὰρ ἀναμεταξὺ τῶν ἀμφοτέρων γαιῶν συστρέφεται. Αἱ δὲ Ἡρακλεωτικαὶ στῆλαι παρὰ ταῖς πλευραῖς αὐτοῦ ἐπίκεινται, ἡ μὲν ἐπὶ τὴν Λιβύην, ἡ δὲ ἐπὶ τὴν Εὐρώπην ὁρῶσα. Μετὰ τοῦτον δὲ τὸν Ἰβηρικὸν πόντον διαδέχεται ὁ Γαλατικὸς ῥοῦς, τουτέστι ἡ Γαλατικὴ θάλασσα, ἣν παροικοῦσιν οἱ Κελτογαλάται. Οἱ γὰρ ἐν τῇ Ἀσίᾳ Γαλάται τῶν ἐνταῦθα ἄποικοί εἰσιν, ὥσπερ καὶ οἱ ἐν τῇ Ἀσίᾳ Ἴβηρες τῶν ἐν ταύτῃ . Ὅπου καὶ ἡ Μασσαλία γῆ, ἤτοι πόλις, εὐλίμενος, ὅρμον περιφερῆ ἢ ἐπίδρομον ἔχουσα. 76-83. Ἑξῆς δὲ μετὰ τὸν Γαλατικὸν κόλπον ἡ Λιγυστικὴ θάλασσα σύρεται, ὅπου οἱ τῶν Ἰταλῶν υἱοὶ διαπαντὸς ἐπὶ ταῖς ἠπείροις νέμονται, μέγα ἀπὸ τοῦ Διὸς τὸ κράτος ἔχοντες καὶ ἀρχὴν μεγίστην, ἀρξάμενοι ἀπὸ τοῦ βορρᾶ, ἤτοι τῶν βορείων μερῶν, τῶν Ἄλπεων δηλονότι, ἕως ἐπὶ τὴν Λευκὴν πέτραν, ἥτις ἔσχατον τῆς Ἰταλίας ἐστὶν ἀκρωτήριον ἐπὶ τὸν πορθμὸν τῆς Σικελίας, ᾧ ἐπίκειται Ῥήγιον. Τὸ δὲ «Αὐσονῆες» ἀπὸ Αὔσονός τινος βασιλέως ἐκλήθησαν οἱ Ρωμαῖοι οὕτως, ὃς ἦν υἱὸς Ὀδυσσέως καὶ Κίρκης. Ἑξῆς δὲ μετὰ τὴν Λιγυστικὴν θάλασσαν τὸ περὶ Κύρνον πέλαγος τὸ ἁλμυρὸν ὕδωρ προχέει. Ἐπὶ τούτῳ δὲ ὁ Σαρδόνιος πόντος ἔνδοθι ἀναβράζει, ἤτοι ἦχον ἀποτελεῖ. 84—91. Μετὰ δὲ τὸν Σαρδόνιον πόντον τῆς Τυρσηνίδος κῦμα θαλάσσης ἀπὸ βορέου εἰς νότον παραπέπταται· μετὰ δὲ τὸ Τυρσηνικὸν πέλαγος ὁ Σικελὸς ῥόος ἢ Σικελικὸς πόντος ἀπὸ δύσεως πρὸς ἀνατολὰς κυρτὸς ἢ κυρτούμενος ἐπιστρέφεται. Ἐκκέχυται δὲ τὸ Σικελικὸν πέλαγος, ἔνθα μὲν μέχρι τοῦ πολυκλύστου Παχύνου, ὅπερ ἀκρωτήριόν ἐστι τῆς Σικελίας, ἐκεῖσε δὲ μέχρι τῆς Κρητικῆς ἄκρας, ἥτις καταπολὺ εἰς τὴν θάλασσαν ἔκκειται, παρά τε τὴν ἱερὰν Γόρτυναν καὶ τὴν ἐν μέσῳ ἠπείρου κειμένην Φαιστὸν προνενευκυῖα καὶ κριοῦ παρεμφαίνουσα κεφαλήν. Τούτου χάριν καὶ Κριοῦ μέτωπον ταύτην εἶπον διὰ τὴν κροῦσιν καὶ τὴν ὑπήχησιν τῶν ὑδάτων . Ἐκτέταται δὲ τὸ Σικελικὸν πέλαγος ἐπὶ τὴν Ἰαπυγίαν Ἰαπυγία δὲ ἐκλήθη ἀπὸ Ἰαπύγου τινός , ἥτις μέρος ἐστὶ τῆς Καλαβρίας. 92—102. Ἐκεῖθεν δὲ πλατυνθεῖσα ἐκτείνεται ἡ Ἀδριὰς ἅλμη, ἤτοι πλατύτερον σύρεται τὸ Ἀδριατικὸν πέλαγος, πρὸς βορρᾶν, παρεκκλίνει δὲ ὀλίγον πρὸς ἑσπέραν ἢ δυσμὰς κατὰ τὸν ἐνδότατον κόλπον· ἥντινα Ἀδριάδα οἱ περίοικοι καὶ Ἰονίαν θάλασσαν εἶπον. Εἰς δισσὰς δὲ ἠπείρους ἀπερεύγεται, ἤτοι εἰς δύο τόπους τῆς γῆς ἐκβάλλει. Εἰσερχομένου γάρ τινος κατὰ τὴν δεξιὰν χεῖρα, ὃ ἔστι κατὰ τὸ δεξιὸν μέρος, φαίνεται ἡ Ἰλλυρικὴ γῆ, ἡ δὲ Δαλματία τῶν πολεμικωτάτων ἀνδρῶν χώρα ὑπεράνωθεν τῆς Ἰλλυρίδος γῆς. Ἐν δὲ τῇ σκαιᾷ χερὶ ὁ τῶν Ῥωμαίων ἄπλετος καὶ ἐπιπολὺ ἐκτεταμένος ἰσθμὸς διασύρεται, ἤτοι ἡ Ἰταλία μακρὰ καὶ στενὴ παρατέταται, ὑπὸ τριῶν θαλασσῶν περίδρομος οὖσα, ἤτοι πανταχόθεν περιεχομένη, τῇ τε Τυρσηνῇ καὶ Σικελῇ καὶ τῇ πληθούσῃ, ὃ ἔστι πολλῇ, Ἀδριάδι. Ἑκάστη δὲ αὐτῶν εἰς ἄνεμόν τινα τὸ ῥεῦμα τεκμαίρεται, οἱονεὶ τελειοῖ, καὶ τὴν κυματώδη κίνησιν ἔχει, καὶ ἡ μὲν Τυρσηνικὴ νεύει ἐπὶ ζέφυρον, ἡ δὲ Σικελὴ τὸν ὅρμον καὶ τὴν ὁλκὴν ἔχει ἐπὶ νότον, ἡ Ἀδριὰς δὲ ἐπὶ τὸν εὖρον.