565—569. Ἐπὶ δὲ τὰ βόρεια μέρη τοῦ ὠκεανοῦ ἄλλαι δύο νῆσοί εἰσι Βρετανικαὶ ἐξ ἐναντίας τοῦ Ῥήνου ποταμοῦ· ἐκεῖσε γὰρ ὁ Ῥῆνος τὴν ἐσχάτην αὐτοῦ συστροφήν τῶν ὑδάτων εἰς τὴν θάλασσαν ἀπερεύγεται. Τούτων δὲ τῶν νήσων τὸ μέγεθος ἄπειρον, καὶ οὐδεμία ἄλλη ἐν πάσαις ταῖς νήσοις τῷ μεγέθει ἐξισάζεται ταῖς Βρεταννικαῖς. 570—579, Πλησίον δὲ τῶν λεγομένων Κασσιτερίδων ἄλλος ἐστὶ πόρος μικρῶν νησίων, ὅπου αἱ γυναῖκες τῶν Ἀμνιτῶν ἀντιπέραν, ὃ ἔστιν ἐξ ἐναντίας, διεγειρόμεναι τὰ ἱερὰ τῷ Διονύσῳ κατὰ τὸν νόμον τελοῦσι τοῖς κορύμβοις τοῦ μελαμφύλλου κισσοῦ, ἤγουν τοῖς κλάδοις τοῖς βοτρυώδεις καρποὺς ἔχουσι, νυκτεριναὶ ἢ νύκτωρ στεψάμεναι· ἠχὴ δὲ κτυπώδης τῶν τε τυμπάνων καὶ τῶν κυμβάλων διεγείρεται. Οὐδαμῶς γὰρ οὕτως ἐπὶ τοῖς αἰγιαλοῖς τῆς Θρᾶκικῆς Ἀψύνθου οἱ Β??στονίδες, τουτέστιν οἱ Θρᾷκες, τὸν ἐρίβρομον Εἰραφιώτην, τουτέστι τὸν Βάκχον τὸν ῥαφθέντα ποτὲ ἐν τῷ τοῦ Διὸς μηρῷ, ἢ ἀπὸ πόλεως Εἰραφίας καλουμένης οὕτως λεγόμενον καλοῦσιν, ἐν τοῖς μυστηρίοις αὐτοῦ μέγαν ἦχον διεγείροντες· οὐδὲ οὕτω σὺν τοῖς παισὶν αὐτῶν κατὰ τὸν Γάγγην ποταμὸν τὸν μελαίνας στροφὰς ἔχοντα τῷ μεγαλοήχῳ Διονύσῳ οἱ Ἰνδοὶ τὸν κῶμον ἄγουσιν, ὡς κατὰ ταύτην τὴν χώραν αἱ γυναῖκες τῶν Ἀμνιτῶν τὸ εὐοῖ Βάκχε, τουτέστι τὸν ὕμνον τὸν εἰς τὰ Διονύσια τελούμενον, λέγουσιν.