550—554. Ἄλλη δὲ νῆσος ἄπειρος καὶ μεγάλη ὑπάρχει ἰθύνοντί σοι καὶ ἐπ᾿ εὐθείας ὁρμῶντι ἐπὶ τὸν Κιμμέριον Βόσπορον, ἥτις δὴ ἔσωθεν τῆς Μαιώτιδος λίμνης κατὰ τὸ δεξιὸνμέρος ἐστηριγμένη ἐστίν· ἐφ᾿ ἧστινος λίμνης ἥ τε Φαναγόρη καὶ ἡ καλῶς ἐκτισμένη Ἑρμώνασσα, ὅπου καὶ ἀπὸ τῆς Ἰωνίδος γῆς ἀπόγονοι κατοικοῦσιν. Αὗται μὲν ἐπίσημοι καὶ μεγαλόδοξοι παρὰ τοῖς ἀνθρώποις νῆσοι ἐν τῇ καθ᾿ ἡμᾶς θαλάσσῃ ὑπάρχουσιν. 555—564. Ἕτεραι δὲ πάλιν ἐν τῷ ὠκεανῷ κεῖνται, τῷ ῥῷ, ἤγουν τοῖς κύμασιν, αὐτοῦ κύκλῳ περιεχόμεναι· ὧντινων ἐγὼ τὴν εὔδηλον καὶ φανερὰν θέσιν λέξαιμι, καὶ ὁποίῳ ἀνέμῳ παράκειται ἑκάστη αὐτῶν. Περὶ μὲν τὴν βοοτρόφον Ἐρύθειαν καὶ τὸ ῥεῦμα τοῦ Ἀτλαντικοῦ πελάγους κατοικοῦσιν οἱ θεοειδεῖς διὰ τὸ κάλλος καὶ ἀρετὴν Αἰθίοπες, τῶν μακροβίων ἄψογοι υἱοὶ καὶ ἀπόγονοι, οἵτινες μετὰ τὸν θάνατον τοῦ αὐθάδους ἢ ὑπερηφάνου, ὡς τῇ ἀνδρίᾳ ὑπερέχοντος, Γηρύονος ἐκεῖσε ᾤκησαν. Ὑπὸ δὲ τὴν ἱερὰν ἄκραν, ἥντινα λέγουσι τῆς Εὐρώπης εἶναι ἀρχὴν, καὶ τὰς Ἑσπερίδας νήσους, ὅπου ὁ κασσίτερος γεννᾶται, τὸ ἔθνος τῶν λαμπροτάτων Ἰβήρων κατοικεῖ.