541—549. Ὑπὲρ δὲ τὸν ἀριστερὸν πόρον, ἤγουν πρὸς τὰ ἀριστερὰ μέρη, τοῦ Εὐξείνου πόντου ἐξ ἐναντίας τοῦ Βορυσθένους ποταμοῦ μεγαλώνυμος καὶ ἔνδοξός τις νῆσος τῶν ἡμιθέων ἀνδρῶν κεῖται, Λευκὴν δὲ τὸ ἐπίκλην αὐτὴν λέγουσι, διότι τὰ ἐν αὐτῇ θηρία ἢ ὄρνεα λευκὰ ὑπάρχουσιν. Ἐκεῖσε λέγουσι τὰς καὶ τοῦ Ἀχιλλέως καὶ τῶν ἄλλων ἡμιθέων ψυχὰς κατὰ τοὺς ἐρήμους καὶ συμφύτους τόπους ἀναστρέφεσθαι. Τοῦτο δὲ τὸ δῶρον παρὰ τοῦ Διὸς ταῖς ἀρίσταις ψυχαῖς ἀντὶ τῆς ἀρετῆς ἐπακολουθεῖ· ἀφθάρτου γὰρ ἡ ἀρετὴ τιμῆς καὶ ἀκηράτου ἔτυχεν. 550—554. Ἄλλη δὲ νῆσος ἄπειρος καὶ μεγάλη ὑπάρχει ἰθύνοντί σοι καὶ ἐπ᾿ εὐθείας ὁρμῶντι ἐπὶ τὸν Κιμμέριον Βόσπορον, ἥτις δὴ ἔσωθεν τῆς Μαιώτιδος λίμνης κατὰ τὸ δεξιὸνμέρος ἐστηριγμένη ἐστίν· ἐφ᾿ ἧστινος λίμνης ἥ τε Φαναγόρη καὶ ἡ καλῶς ἐκτισμένη Ἑρμώνασσα, ὅπου καὶ ἀπὸ τῆς Ἰωνίδος γῆς ἀπόγονοι κατοικοῦσιν. Αὗται μὲν ἐπίσημοι καὶ μεγαλόδοξοι παρὰ τοῖς ἀνθρώποις νῆσοι ἐν τῇ καθ᾿ ἡμᾶς θαλάσσῃ ὑπάρχουσιν. 555—564. Ἕτεραι δὲ πάλιν ἐν τῷ ὠκεανῷ κεῖνται, τῷ ῥῷ, ἤγουν τοῖς κύμασιν, αὐτοῦ κύκλῳ περιεχόμεναι· ὧντινων ἐγὼ τὴν εὔδηλον καὶ φανερὰν θέσιν λέξαιμι, καὶ ὁποίῳ ἀνέμῳ παράκειται ἑκάστη αὐτῶν. Περὶ μὲν τὴν βοοτρόφον Ἐρύθειαν καὶ τὸ ῥεῦμα τοῦ Ἀτλαντικοῦ πελάγους κατοικοῦσιν οἱ θεοειδεῖς διὰ τὸ κάλλος καὶ ἀρετὴν Αἰθίοπες, τῶν μακροβίων ἄψογοι υἱοὶ καὶ ἀπόγονοι, οἵτινες μετὰ τὸν θάνατον τοῦ αὐθάδους ἢ ὑπερηφάνου, ὡς τῇ ἀνδρίᾳ ὑπερέχοντος, Γηρύονος ἐκεῖσε ᾤκησαν. Ὑπὸ δὲ τὴν ἱερὰν ἄκραν, ἥντινα λέγουσι τῆς Εὐρώπης εἶναι ἀρχὴν, καὶ τὰς Ἑσπερίδας νήσους, ὅπου ὁ κασσίτερος γεννᾶται, τὸ ἔθνος τῶν λαμπροτάτων Ἰβήρων κατοικεῖ. 565—569. Ἐπὶ δὲ τὰ βόρεια μέρη τοῦ ὠκεανοῦ ἄλλαι δύο νῆσοί εἰσι Βρετανικαὶ ἐξ ἐναντίας τοῦ Ῥήνου ποταμοῦ· ἐκεῖσε γὰρ ὁ Ῥῆνος τὴν ἐσχάτην αὐτοῦ συστροφήν τῶν ὑδάτων εἰς τὴν θάλασσαν ἀπερεύγεται. Τούτων δὲ τῶν νήσων τὸ μέγεθος ἄπειρον, καὶ οὐδεμία ἄλλη ἐν πάσαις ταῖς νήσοις τῷ μεγέθει ἐξισάζεται ταῖς Βρεταννικαῖς. 570—579, Πλησίον δὲ τῶν λεγομένων Κασσιτερίδων ἄλλος ἐστὶ πόρος μικρῶν νησίων, ὅπου αἱ γυναῖκες τῶν Ἀμνιτῶν ἀντιπέραν, ὃ ἔστιν ἐξ ἐναντίας, διεγειρόμεναι τὰ ἱερὰ τῷ Διονύσῳ κατὰ τὸν νόμον τελοῦσι τοῖς κορύμβοις τοῦ μελαμφύλλου κισσοῦ, ἤγουν τοῖς κλάδοις τοῖς βοτρυώδεις καρποὺς ἔχουσι, νυκτεριναὶ ἢ νύκτωρ στεψάμεναι· ἠχὴ δὲ κτυπώδης τῶν τε τυμπάνων καὶ τῶν κυμβάλων διεγείρεται. Οὐδαμῶς γὰρ οὕτως ἐπὶ τοῖς αἰγιαλοῖς τῆς Θρᾶκικῆς Ἀψύνθου οἱ Β??στονίδες, τουτέστιν οἱ Θρᾷκες, τὸν ἐρίβρομον Εἰραφιώτην, τουτέστι τὸν Βάκχον τὸν ῥαφθέντα ποτὲ ἐν τῷ τοῦ Διὸς μηρῷ, ἢ ἀπὸ πόλεως Εἰραφίας καλουμένης οὕτως λεγόμενον καλοῦσιν, ἐν τοῖς μυστηρίοις αὐτοῦ μέγαν ἦχον διεγείροντες· οὐδὲ οὕτω σὺν τοῖς παισὶν αὐτῶν κατὰ τὸν Γάγγην ποταμὸν τὸν μελαίνας στροφὰς ἔχοντα τῷ μεγαλοήχῳ Διονύσῳ οἱ Ἰνδοὶ τὸν κῶμον ἄγουσιν, ὡς κατὰ ταύτην τὴν χώραν αἱ γυναῖκες τῶν Ἀμνιτῶν τὸ εὐοῖ Βάκχε, τουτέστι τὸν ὕμνον τὸν εἰς τὰ Διονύσια τελούμενον, λέγουσιν.