533—540. Ἐπὶ ταύταις δέ εἰσιν αἱ Ἰωνίδες νῆσοι, ὅπου ἡ Καῦνος, καὶ ἡ καλὴ καὶ ἐπιθυμητὴ Σάμος, τὸ ἔδαφος τῆς ἐν Πελασγίᾳ τιμωμένης Ἥρας, καὶ ἡ Χίος ὑπὸ τὴν πέζαν τοῦ ὑψηλοῦ Πεληναίου ὄρους. Λέγει δὲ πρὸς τὸ Πεληναῖον ὄρος εἶναι τὴν Χίον, οὐ τὴν νῆσον, ἀλλὰ τὴν πόλιν. Ἐκεῖθεν δὲ τὰ ὄρη τῶν Αἰολίδων νήσων φαίνεται, τῆς τε μεγάλης ἢ πλατεῖαν χώραν ἐχούσης Λέσβου καὶ τῆς ἐπιθυμητῆς Τενέδου. Κἀκεῖθεν περὶ τὴν Τένεδον νῆσον ὁ Μέλας καλούμενος κόλπος τὸν Ἑλλήσποντον ἐπέρχεται τὸν ἀφρὸν ἀποπέμπων, τῷ δὲ κατὰ πολὺ ἐπὶ τὸν βορρᾶν πορευομένῳ τὸ αὔξημα ἢ τὸ φύσημα τῆς Προποντίδος θαλάσσης ἔνθα κἀκεῖσε παρατέταται. 541—549. Ὑπὲρ δὲ τὸν ἀριστερὸν πόρον, ἤγουν πρὸς τὰ ἀριστερὰ μέρη, τοῦ Εὐξείνου πόντου ἐξ ἐναντίας τοῦ Βορυσθένους ποταμοῦ μεγαλώνυμος καὶ ἔνδοξός τις νῆσος τῶν ἡμιθέων ἀνδρῶν κεῖται, Λευκὴν δὲ τὸ ἐπίκλην αὐτὴν λέγουσι, διότι τὰ ἐν αὐτῇ θηρία ἢ ὄρνεα λευκὰ ὑπάρχουσιν. Ἐκεῖσε λέγουσι τὰς καὶ τοῦ Ἀχιλλέως καὶ τῶν ἄλλων ἡμιθέων ψυχὰς κατὰ τοὺς ἐρήμους καὶ συμφύτους τόπους ἀναστρέφεσθαι. Τοῦτο δὲ τὸ δῶρον παρὰ τοῦ Διὸς ταῖς ἀρίσταις ψυχαῖς ἀντὶ τῆς ἀρετῆς ἐπακολουθεῖ· ἀφθάρτου γὰρ ἡ ἀρετὴ τιμῆς καὶ ἀκηράτου ἔτυχεν.