517—524. Τούτων δὲ τῶν νήσων τοῦ Αἰγαίου πελάγους αἱ μὲν τῆς Εὐρώπης ἐπὶ τὰ ἀριστερὰ κεῖνται τῷ εἰσπλέοντι, οἱ δὲ τῆς Ἀσίας ἐπὶ τὰ δεξιὰ κατὰ τὸ μῆκος ἐκτεινόμεναι ἀπὸ τῆς μεσημβρίας πρὸς ἄρκτους ἢ τὸν ἀρκτῶον βορέαν. Καὶ ἐπὶ τῆς Εὐρώπης μέν ἐστιν ἡ Εὔβοια, Μάκρις διὰ τὰ μακρὸν σχῆμα λεγομένη, ἣν οἱ Ἄβαντες κατοικοῦσι, καὶ ἡ Σκῦρος ἀνέμους βιαίους ἔχουσα, καὶ ἡ ὑψηλὴ Πεπάρηθος· ὅπου ὑπάρχει καὶ ἡ Λῆμνος, τὸ τραχὺ πέδον, ἤγουν ἡ τραχεῖα νῆσος, τοῦ Ἡφαίστου, καὶ ἡ ἀρχαία Θάσος, Δημήτερος ἀκτὴ, τουτέστι πυροφόρος χώρα, καὶ Ἴμβρος καὶ ἡ Σαμοθρᾴκη, ἡ πόλις τῶν Κορυβάντων τὰ μυστήρια ἐν αὐτῇ τελούντων. 525—532. Αἱ δὲ τὴν πρώτην μοῖραν ἢ τάξιν τῆς Ἀσίας λαχοῦσαι νῆσοι αὗταί εἰσιν, αἳ κύκλῳ τὴν Δῆλον περιέχουσι, καὶ Κυκλάδες ἐκ τούτου ὀνομάζονται. Χαριστήρια δὲ τῷ Ἀπόλλωνι καὶ χοροὺς ἅπασαι αἱ νῆσοι ἄγουσι, τὴν Δῆλον τοῦ Ἀπόλλωνος κυκλοῦσαι, τοῦ καλοῦ καὶ ἐπιθυμητοῦ ἔαρος νεωστὶ ἀρχομένου, ἡνίκα ἡ ἡδύφωνος ἀηδὼν χωρὶς καὶ ἄπωθεν τῶν ἀνθρώπων γεννᾷ ἢ νεοττεύει. Αἱ δὲ Σποράδες νῆσοι ἐφεξῆς μετὰ τὰς Κυκλάδας πανταχοῦ ἐν τῷ πόντῳ λάμπουσιν, ὥσπερ τὰ ἄστρα διὰ ἀνεφέλου καὶ καθαροῦ ἀέρος φαίνονται, τοῦ ταχυτάτου βορρᾶ τὰ ὑγρὰ νέφη βιασαμένου ἢ διασκεδάσαντος.