498—512. Πολλαὶ δὲ νῆσοι πρὸς τὰ βόρεια μέρη τοῦ Ἀμνισοῦ, ποταμοῦ τῆς Κρήτης, φαίνονται, τά τε Αἴγυλα, τὰ Κύθηρα καὶ ἡ τραχεῖα Καλαύρια. Ἐπὶ δὲ τὸ ἕτερον μέρος ἐξ ἀνατολῶν πρὸς δυσμὰς ἡ Κάρπαθός ἐστιν. Ἐγγὺς δὲ αὐτῆς ἡ τιμία Κρήτη, ἡ τροφὸς τοῦ μεγάλου Διὸς, νῆσος μεγάλη καὶ λιπαρὰ καὶ εὔτροφος ἐν ᾗτινι ἡ Ἴδη ὄρος, Ἴδη δρυσὶ θάλλουσα καλλιφύλλοις, ἤτοι ὑψηλαῖς καὶ καλλίσταις. Καὶ ταύτης τὸ μέγεθος περισσὸν καὶ ἐξαίρετον ἢ διάδηλον μᾶλλον καὶ φανερόν. Ἐξ ἐναντίας δὲ τῆς Αἰγυπτιακῆς παραλίας Ῥόδος ἐστὶν, ὑπὸ Ἰηλυσίων ἀνδρῶν κατοικουμένη. Μετὰ ταύτην δὲ πρὸς τὴν ἀνατολὴν αἱ Χελιδόνιαι νῆσοι ἕπονται τρεῖς οὖσαι, ἔνδοθεν τῆς μεγάλης ἄκρας τῶν Πατάρων. Ἡ δὲ Κύπρος πρὸς τὰς ἀνατολὰς ἐν τῷ Παμφυλίῳ κόλπῳ κεῖται, ἡ ἐπιθυμητὴ καὶ καλὴ χώρα τῆς Ἀφροδίτης, θυγατρὸς τῆς Διώνης. Ἐγγὺς δὲ τῆς Φοινίκης ἐν μεγάλῳ κόλπῳ, τῷ Ἰσσικῷ δηλονότι, ἡ Ἄραδος νῆσος κεῖται. Ἔμπροσθεν δὲ τοῦ Σουνίου, ἀκρωτηρίου τῆς Ἀττικῆς, ὑπεράνω τῆς Εὐβοίας τῆς ὑπὸ Ἀβάντων οἰκουμένης, φαίνονται ἡ Σαλαμὶς καὶ ἡ πόλις τῆς Αἰγίνης νήσου. 513—516. Θαυμαστὸς δέ τις πόρος ἐστὶν ὁ τοῦ Αἰγαίου πελάγους ὁ βαθὺς, ὁ περιέχων ἐντὸς αὐτοῦ ἐξ ἑκατέρων τῶν μερῶν ἄπειρον πλῆθος νήσων στιχηδὸν ἢ κατὰ τάξιν κειμένων, ἐπὶ τὸ στενὸν ὕδωρ τοῦ Ἑλλησπόντου, ἤγουν ἐπὶ τοσοῦτον, ἐφ᾿ ὅσον ἐστὶν ὁ στενὸς αὐλὸς τῆς θαλάσσης ὁ ἀπὸ τῆς Τενέδου ἕως τῆς Προικοννήσου, τῆς Ἕλλης τῆς Ἀθάμαντος θυγατρὸς ἐπώνυμος· ὅπου ἥ τε Σηστὸς καὶ ἡ Ἄβυδος ἐξ ἐναντίας ἀλλήλων τὸν λιμένα ἢ τὸν ὅρμον ἔχουσαι κεῖνται, ἡ μὲν Σηστὸς τῆς Εὐρώπης, ἡ δὲ Ἄβυδος τῆς Ἀσίας. 517—524. Τούτων δὲ τῶν νήσων τοῦ Αἰγαίου πελάγους αἱ μὲν τῆς Εὐρώπης ἐπὶ τὰ ἀριστερὰ κεῖνται τῷ εἰσπλέοντι, οἱ δὲ τῆς Ἀσίας ἐπὶ τὰ δεξιὰ κατὰ τὸ μῆκος ἐκτεινόμεναι ἀπὸ τῆς μεσημβρίας πρὸς ἄρκτους ἢ τὸν ἀρκτῶον βορέαν. Καὶ ἐπὶ τῆς Εὐρώπης μέν ἐστιν ἡ Εὔβοια, Μάκρις διὰ τὰ μακρὸν σχῆμα λεγομένη, ἣν οἱ Ἄβαντες κατοικοῦσι, καὶ ἡ Σκῦρος ἀνέμους βιαίους ἔχουσα, καὶ ἡ ὑψηλὴ Πεπάρηθος· ὅπου ὑπάρχει καὶ ἡ Λῆμνος, τὸ τραχὺ πέδον, ἤγουν ἡ τραχεῖα νῆσος, τοῦ Ἡφαίστου, καὶ ἡ ἀρχαία Θάσος, Δημήτερος ἀκτὴ, τουτέστι πυροφόρος χώρα, καὶ Ἴμβρος καὶ ἡ Σαμοθρᾴκη, ἡ πόλις τῶν Κορυβάντων τὰ μυστήρια ἐν αὐτῇ τελούντων. 525—532. Αἱ δὲ τὴν πρώτην μοῖραν ἢ τάξιν τῆς Ἀσίας λαχοῦσαι νῆσοι αὗταί εἰσιν, αἳ κύκλῳ τὴν Δῆλον περιέχουσι, καὶ Κυκλάδες ἐκ τούτου ὀνομάζονται. Χαριστήρια δὲ τῷ Ἀπόλλωνι καὶ χοροὺς ἅπασαι αἱ νῆσοι ἄγουσι, τὴν Δῆλον τοῦ Ἀπόλλωνος κυκλοῦσαι, τοῦ καλοῦ καὶ ἐπιθυμητοῦ ἔαρος νεωστὶ ἀρχομένου, ἡνίκα ἡ ἡδύφωνος ἀηδὼν χωρὶς καὶ ἄπωθεν τῶν ἀνθρώπων γεννᾷ ἢ νεοττεύει. Αἱ δὲ Σποράδες νῆσοι ἐφεξῆς μετὰ τὰς Κυκλάδας πανταχοῦ ἐν τῷ πόντῳ λάμπουσιν, ὥσπερ τὰ ἄστρα διὰ ἀνεφέλου καὶ καθαροῦ ἀέρος φαίνονται, τοῦ ταχυτάτου βορρᾶ τὰ ὑγρὰ νέφη βιασαμένου ἢ διασκεδάσαντος. 533—540. Ἐπὶ ταύταις δέ εἰσιν αἱ Ἰωνίδες νῆσοι, ὅπου ἡ Καῦνος, καὶ ἡ καλὴ καὶ ἐπιθυμητὴ Σάμος, τὸ ἔδαφος τῆς ἐν Πελασγίᾳ τιμωμένης Ἥρας, καὶ ἡ Χίος ὑπὸ τὴν πέζαν τοῦ ὑψηλοῦ Πεληναίου ὄρους. Λέγει δὲ πρὸς τὸ Πεληναῖον ὄρος εἶναι τὴν Χίον, οὐ τὴν νῆσον, ἀλλὰ τὴν πόλιν. Ἐκεῖθεν δὲ τὰ ὄρη τῶν Αἰολίδων νήσων φαίνεται, τῆς τε μεγάλης ἢ πλατεῖαν χώραν ἐχούσης Λέσβου καὶ τῆς ἐπιθυμητῆς Τενέδου. Κἀκεῖθεν περὶ τὴν Τένεδον νῆσον ὁ Μέλας καλούμενος κόλπος τὸν Ἑλλήσποντον ἐπέρχεται τὸν ἀφρὸν ἀποπέμπων, τῷ δὲ κατὰ πολὺ ἐπὶ τὸν βορρᾶν πορευομένῳ τὸ αὔξημα ἢ τὸ φύσημα τῆς Προποντίδος θαλάσσης ἔνθα κἀκεῖσε παρατέταται.