498—512. Πολλαὶ δὲ νῆσοι πρὸς τὰ βόρεια μέρη τοῦ Ἀμνισοῦ, ποταμοῦ τῆς Κρήτης, φαίνονται, τά τε Αἴγυλα, τὰ Κύθηρα καὶ ἡ τραχεῖα Καλαύρια. Ἐπὶ δὲ τὸ ἕτερον μέρος ἐξ ἀνατολῶν πρὸς δυσμὰς ἡ Κάρπαθός ἐστιν. Ἐγγὺς δὲ αὐτῆς ἡ τιμία Κρήτη, ἡ τροφὸς τοῦ μεγάλου Διὸς, νῆσος μεγάλη καὶ λιπαρὰ καὶ εὔτροφος ἐν ᾗτινι ἡ Ἴδη ὄρος, Ἴδη δρυσὶ θάλλουσα καλλιφύλλοις, ἤτοι ὑψηλαῖς καὶ καλλίσταις. Καὶ ταύτης τὸ μέγεθος περισσὸν καὶ ἐξαίρετον ἢ διάδηλον μᾶλλον καὶ φανερόν. Ἐξ ἐναντίας δὲ τῆς Αἰγυπτιακῆς παραλίας Ῥόδος ἐστὶν, ὑπὸ Ἰηλυσίων ἀνδρῶν κατοικουμένη. Μετὰ ταύτην δὲ πρὸς τὴν ἀνατολὴν αἱ Χελιδόνιαι νῆσοι ἕπονται τρεῖς οὖσαι, ἔνδοθεν τῆς μεγάλης ἄκρας τῶν Πατάρων. Ἡ δὲ Κύπρος πρὸς τὰς ἀνατολὰς ἐν τῷ Παμφυλίῳ κόλπῳ κεῖται, ἡ ἐπιθυμητὴ καὶ καλὴ χώρα τῆς Ἀφροδίτης, θυγατρὸς τῆς Διώνης. Ἐγγὺς δὲ τῆς Φοινίκης ἐν μεγάλῳ κόλπῳ, τῷ Ἰσσικῷ δηλονότι, ἡ Ἄραδος νῆσος κεῖται. Ἔμπροσθεν δὲ τοῦ Σουνίου, ἀκρωτηρίου τῆς Ἀττικῆς, ὑπεράνω τῆς Εὐβοίας τῆς ὑπὸ Ἀβάντων οἰκουμένης, φαίνονται ἡ Σαλαμὶς καὶ ἡ πόλις τῆς Αἰγίνης νήσου. 513—516. Θαυμαστὸς δέ τις πόρος ἐστὶν ὁ τοῦ Αἰγαίου πελάγους ὁ βαθὺς, ὁ περιέχων ἐντὸς αὐτοῦ ἐξ ἑκατέρων τῶν μερῶν ἄπειρον πλῆθος νήσων στιχηδὸν ἢ κατὰ τάξιν κειμένων, ἐπὶ τὸ στενὸν ὕδωρ τοῦ Ἑλλησπόντου, ἤγουν ἐπὶ τοσοῦτον, ἐφ᾿ ὅσον ἐστὶν ὁ στενὸς αὐλὸς τῆς θαλάσσης ὁ ἀπὸ τῆς Τενέδου ἕως τῆς Προικοννήσου, τῆς Ἕλλης τῆς Ἀθάμαντος θυγατρὸς ἐπώνυμος· ὅπου ἥ τε Σηστὸς καὶ ἡ Ἄβυδος ἐξ ἐναντίας ἀλλήλων τὸν λιμένα ἢ τὸν ὅρμον ἔχουσαι κεῖνται, ἡ μὲν Σηστὸς τῆς Εὐρώπης, ἡ δὲ Ἄβυδος τῆς Ἀσίας.