<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg4174.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="5" corresp="urn:cts:greekLit:tlg0084.tlg001:43-57"><p>43—57. Κόλπους δὲ ἔνθα κἀκεῖσε ἐκβάλλει ἔσωθεν εἰς
τὴν γῆν, μικροὺς μὲν πολλοὺς, τέτταρας δὲ μεγίστους.
Καὶ πρῶτος μὲν ὅστις τὴν ἑσπερίαν τὴν καθ᾿  ἡμᾶς
θάλασσαν ποιεῖ, συρόμενος ἀπὸ τῆς Λιβύης ἕως τῆς
Παμφυλίας. Δεύτερος δέ, κατ᾿  ὀλίγον μὲν μικρότερος
τοῦ πρώτου, προφερέστατος δὲ, ἤτοι μείζων τῶν
ἄλλων, ὅστις ἀπὸ τῆς Κρονίας θαλάσσης ἀπὸ τοῦ
βορρᾶ διασκορπιζόμενος τῇ Κασπίᾳ θαλάσσῃ τὸ δεινὸν
αὐτοῦ ῥεῖθρον, ἤτοι τὴν πρόχυσιν τοῦ ὠκεανοῦ, ἐπιπέμπει.
Ἄλλοι δὲ Ὑρκανίαν θάλασσαν αὐτὴν εἶπον.
Τῶν δὲ ἄλλων δύο κόλπων, οἵτινές εἰσιν ἀπὸ τῆς νοτίας
θαλάσσης, εἷς μὲν ἀνώτερος ὑπάρχων τὸ Περσικὸν
κῦμα προχέων ἐξ ἐναντίας τετραμμένος τῆς Κασπίας
θαλάσσης, ἄλλος δὲ πάλιν Ἀραβικὸς κόλπος
ἐξογκοῦται καὶ αὔξεται πλησίον τοῦ Περσικοῦ, νοτιώρερον
τὸ ῥεῦμα συστρέφων τοῦ Εὐξείνου Πόντου.
Τοσοῦτοι μὲν τοῦ βαθυρρόου ὠκεανοῦ οἱ μείζονές εἰσι
κόλποι· ἄλλοι δὲ ἄπειροι καὶ πολλοὶ γεγένηνται.</p></div><div type="textpart" subtype="section" n="6" corresp="urn:cts:greekLit:tlg0084.tlg001:58-68"><p>58—68. Ἀρτίως δὲ τῆς ἑσπερίας ἤτοι τῆς δυτικῆς
τῆς καθ᾿  ἡμᾶς θαλάσσης τὸν πόρον λέξω, ἥτις ἐπὶ πάσας
τὰς ἠπείρους, ὃ ἔστιν ἐπὶ τὰ τρία τῆς οἰκουμένης
μέρη, τοῖς λοξοῖς πελάγεσιν ἐπιστρέφεται, τουτέστι
διέρχεται, ἄλλοτε μὲν νήσους κύκλῳ περιτρέχουσα,
ἄλλοτε δὲ ἢ ὀρέων ἄκρας ἢ τὸ τῶν παραλίων πόλεων
κάτω μέρος ὑποξύουσα, ἤτοι ὑποτρίβουσα. Ὑμεῖς δὲ,
ὦ Μοῦσαι, τὰς σκολιὰς ὁδοὺς, ἤτοι τὰς δυσχερεῖς καὶ
οὐ κατ᾿  εὐθεῖαν ἰούσας, προσείπατε, ἀρξάμεναι κατὰ
τάξιν ἀπὸ τοῦ δυτικοῦ ὠκεανοῦ, ὅπου καὶ αἱ στῆλαι
τοῦ Ἡρακλέους, ἥ τε Ἀλύβη καὶ Ἄβιννα, περὶ τὰ

<pb n="410"/>
τέρματα τῆς καθ᾿  ἡμᾶς θαλάσσης καὶ τῆς τοῦ ὠκεανοῦ
ἀρχῆς μέγα ἵσταται θαῦμα, ἐπὶ τὰ ἔσχατα μέρη τῶν
Γαδείρων, ἐπὶ τὸν μακρὸν πρηῶνα, ἤτοι τὴν μεγάλην
ἐξοχὴν, τῶν ἐπὶ πολὺ διηκόντων, ἤτοι τῶν εἰς πολλὰ
διεσπαρμένων, Ἀτλάντων ἢ τῶν Ἀτλαντικῶν πόρων·
ὅπου ὁ Ἄτλας μέγιστον τῆς Λιβύης ὄρος ὡς χάλκειος
καὶ ὑψηλὸς κίων εἰς οὐρανὸν ἀνέδραμε, πυκνοῖς καὶ
ἰσχυροῖς νέφεσι καλυπτόμενος.</p></div></div></body></text></TEI>