481—491. Ἀλλ᾿ ὁπότε μετὰ νηὸς ἐπὶ τὴν Ἰαπυγίαν γῆν περὶ τὸν ἀριστερὸν πόρον τοῦ Ἀδριατικοῦ πελάγους ὁδεύσῃς, παρευθὺς εὑρήσεις τὴν τοῦ ἰσχυροτάτου Διομήδους νῆσον, ὅπου ὁ ἡμίθεος ἐκεῖνος ἀνὴρ, τῆς Ἀφροδίτης αὐτῷ ὀργισθείσης, παρεγένετο, ὁπότε ταῖς βουλαῖς τῆς κακὰ καὶ ὀλέθρια εἰς αὐτὸν φρονούσης γυναικὸς αὐτοῦ Αἰγιαλείας ἐπὶ τὸ ἔθνος τῶν πολυλιτανεύτων Ἰβήρων ἀπῆλθεν. Ὁς δὲ ἀπληρωτος καὶ ἐπιμήκης ὀλκὸς ἢ τὸ πλῆθος τῶν Ἀψυρτίδων νήσων ἐφεξῆς πορευομένῳ πρὸς ἀνατολὰς τοῦ ἡλίου μετὰ τὴν τοῦ Διομήδους νῆσον ἀναφαίνεται, ἅστινάς ποτε οἱ υἱοὶ ἢ τὸ γένος τῶν Κόλχων ἐπέδραμον, ὃ ἔστι κατέλαβον, ἡνίκα τῆς πλανηθείσης Λἰήτου θυγατρὸς Μηδείας τὰ ἴχνη ψηλαφῶντες ἐμόγησαν ἢ ἐκακοπάθησαν. Ἐφεξῆς δὲ ἐπὶ ταύταις αἱ Λιβυρνίδες νῆσοι ἐρριζωμέναι εἰσί. 492—497. Πρὸς δὲ τὸν νότον πορευομένῃ νηῒ, ἤγουν μετὰ νηὸς πορευομένῳ, μετὰ τὰ Κεραύνια ὄρη ἐξ ἐναντίας τῶν Ἀμβρακίων νῆσοι φαίνονται, ἥ τε λιπαρὰ ἢ πολυφόρος Κέρκυρα, ἡ καὶ Φαιακία λεγομένη, ἡ προσφιλεστάτη τοῦ Ἀλκινόου χώρα. Ἐπὶ ταύτης δὲ καὶ τὸ τῆς Νηρικίης Ἰθάκης ἔδαφος, ἤγουν ἡ Ἰθάκη νῆσος, ἡ ὑπὸ τὸ Νηρίτιον ὄρος, καὶ τῶν ἄλλων, δηλονότι τῶν Ἐχινάδων, νήσων ἡ γῆ, ὁπόσας ὁ Ἀχελῷος ποταμὸς ταῖς λαμπροτάταις συστροφαῖς περιρρεῖ, ἀπὸ τῆς Χαλκίδος πόλεως τῆς Αἰτωλίας κατερχόμενος.