468—476. Ἐπὶ ταύταις δὲ ταῖς Αἰόλου νήσοις ἡ Τρινακία, τουτέστιν ἡ Σικελία, νῆσος ὑπὲρ τὴν Ἰταλίαν ἐκτέταται ἐπὶ τρισὶ πλευραῖς ἑστηκυῖα. Ἄκρα δὲ αὐτῆς ἥ τε Πάχυνος καὶ ἡ Πελωρὶς καὶ ἡ Λιλύβη· ἀλλ᾿ ἡ μὲν Λιλύβη πρὸς τὴν ὁρμὴν ἢ πνοὴν τοῦ ζεφύρου κεῖται, ἡ δὲ Πάχυνος πρὸς ἀνατολὰς, ἡ δὲ ἀνεμώδης Πελωρὶς πρὸς βορρᾶν ἢ τὰ ἀρκτῶα μέρη, ἐπὶ τὴν Αὐσονίων γῆν ἢ τὴν Ἰταλίαν ὁρῶσα. Καὶ μὲν πρὸς βορρᾶν ταύτης τῆς Σικελίας ὁδὸς ὀλεθρία καὶ ἐλεεινή ἐστι τοῖς ναύταις, στενὴ καὶ σκολιὰ καὶ ἄβατος ἢ χαλεπή· ὅπου ἡ θάλασσα συρομένη ταῖς μακρὰν ἐκκειμέναις πέτραις περιηχεῖται, τουτέστι τὰ κύματα προσπελάζει καὶ προσκρούει, τμηθεῖσα τῇ τριαίνῃ τοῦ Ποσειδῶνος, ὃς ἐν Ἀονίᾳ τῆς Παρνασοῦ. Διὰ δὲ τῆς Φωκίδος μέσον τὸ μέγα ῥεῦμα Βοιωτίας ἐτιμᾶτο. 477—480. Πφὸς δὲ τὸν νότον ὑπὲρ τοῦ Σικελικοῦ πορθμοῦ ἐστιν ἡ Λιβυκὴ θάλασσα καὶ ἡ ἀρχὴ τῆς ἑτέρας, ἤγουν τῆς μείζονος Σύρτιδος. Ἐὰν δὲ ἐπὶ τὰ ἔμπροσθεν περάσῃς, καὶ τὴν ἑτέραν τὴν μικρὰν δυτικωτέραν οὖσαν κατόψει· ἦστινος ἔμπροσθέν εἰσι δύο νησίδια, ἥ τι Μῆνιγξ καὶ τὰ Κέρκινα, ὑπὸ τῆς Λιβύης τὸν ὅρμον, ἤγουν τὸν λιμένα καὶ τὴν πορείαν, ἔχουσαι.