461—467. Μετὰ ταύτην δὲ αἱ τοῦ Αἰόλου τοῦ Ἱππότου υἱοῦ, τοῦ φιλοξένου βασιλέως, νῆσοί εἰσιν ἐν τῇ θαλάσσῃ πανταχοῦ περίδρομοι· ὅστις Ἱπποτάδης Αἴολος θεῖα, ἤγουν θαυμαστὰ, δῶρα πάντας ὑπὲρ τοὺς ἀνθρώπους ἔλαβε, τὴν βασιλείαν καὶ ἐξουσίαν τῶν ἀνέμων, τῶν τε ταρασσομένων ἢ πνεόντων καὶ τῶν ἱσταμένων ἤτοι ἡσυχαζόντων. Ἑπτὰ δέ εἰσιν αὗται αἱ νῆσοι, ὑπὸ τῶν ἀνθρώπων Πλωταὶ καλούμεναι, διότι μέσον ἔχουσιν οἱονεὶ μεταξὺ ἀλλήλων περικυκλούμενον διάπλουν ἢ περίπλουν. 468—476. Ἐπὶ ταύταις δὲ ταῖς Αἰόλου νήσοις ἡ Τρινακία, τουτέστιν ἡ Σικελία, νῆσος ὑπὲρ τὴν Ἰταλίαν ἐκτέταται ἐπὶ τρισὶ πλευραῖς ἑστηκυῖα. Ἄκρα δὲ αὐτῆς ἥ τε Πάχυνος καὶ ἡ Πελωρὶς καὶ ἡ Λιλύβη· ἀλλ᾿ ἡ μὲν Λιλύβη πρὸς τὴν ὁρμὴν ἢ πνοὴν τοῦ ζεφύρου κεῖται, ἡ δὲ Πάχυνος πρὸς ἀνατολὰς, ἡ δὲ ἀνεμώδης Πελωρὶς πρὸς βορρᾶν ἢ τὰ ἀρκτῶα μέρη, ἐπὶ τὴν Αὐσονίων γῆν ἢ τὴν Ἰταλίαν ὁρῶσα. Καὶ μὲν πρὸς βορρᾶν ταύτης τῆς Σικελίας ὁδὸς ὀλεθρία καὶ ἐλεεινή ἐστι τοῖς ναύταις, στενὴ καὶ σκολιὰ καὶ ἄβατος ἢ χαλεπή· ὅπου ἡ θάλασσα συρομένη ταῖς μακρὰν ἐκκειμέναις πέτραις περιηχεῖται, τουτέστι τὰ κύματα προσπελάζει καὶ προσκρούει, τμηθεῖσα τῇ τριαίνῃ τοῦ Ποσειδῶνος, ὃς ἐν Ἀονίᾳ τῆς Παρνασοῦ. Διὰ δὲ τῆς Φωκίδος μέσον τὸ μέγα ῥεῦμα Βοιωτίας ἐτιμᾶτο. 477—480. Πφὸς δὲ τὸν νότον ὑπὲρ τοῦ Σικελικοῦ πορθμοῦ ἐστιν ἡ Λιβυκὴ θάλασσα καὶ ἡ ἀρχὴ τῆς ἑτέρας, ἤγουν τῆς μείζονος Σύρτιδος. Ἐὰν δὲ ἐπὶ τὰ ἔμπροσθεν περάσῃς, καὶ τὴν ἑτέραν τὴν μικρὰν δυτικωτέραν οὖσαν κατόψει· ἦστινος ἔμπροσθέν εἰσι δύο νησίδια, ἥ τι Μῆνιγξ καὶ τὰ Κέρκινα, ὑπὸ τῆς Λιβύης τὸν ὅρμον, ἤγουν τὸν λιμένα καὶ τὴν πορείαν, ἔχουσαι. 481—491. Ἀλλ᾿ ὁπότε μετὰ νηὸς ἐπὶ τὴν Ἰαπυγίαν γῆν περὶ τὸν ἀριστερὸν πόρον τοῦ Ἀδριατικοῦ πελάγους ὁδεύσῃς, παρευθὺς εὑρήσεις τὴν τοῦ ἰσχυροτάτου Διομήδους νῆσον, ὅπου ὁ ἡμίθεος ἐκεῖνος ἀνὴρ, τῆς Ἀφροδίτης αὐτῷ ὀργισθείσης, παρεγένετο, ὁπότε ταῖς βουλαῖς τῆς κακὰ καὶ ὀλέθρια εἰς αὐτὸν φρονούσης γυναικὸς αὐτοῦ Αἰγιαλείας ἐπὶ τὸ ἔθνος τῶν πολυλιτανεύτων Ἰβήρων ἀπῆλθεν. Ὁς δὲ ἀπληρωτος καὶ ἐπιμήκης ὀλκὸς ἢ τὸ πλῆθος τῶν Ἀψυρτίδων νήσων ἐφεξῆς πορευομένῳ πρὸς ἀνατολὰς τοῦ ἡλίου μετὰ τὴν τοῦ Διομήδους νῆσον ἀναφαίνεται, ἅστινάς ποτε οἱ υἱοὶ ἢ τὸ γένος τῶν Κόλχων ἐπέδραμον, ὃ ἔστι κατέλαβον, ἡνίκα τῆς πλανηθείσης Λἰήτου θυγατρὸς Μηδείας τὰ ἴχνη ψηλαφῶντες ἐμόγησαν ἢ ἐκακοπάθησαν. Ἐφεξῆς δὲ ἐπὶ ταύταις αἱ Λιβυρνίδες νῆσοι ἐρριζωμέναι εἰσί. 492—497. Πρὸς δὲ τὸν νότον πορευομένῃ νηῒ, ἤγουν μετὰ νηὸς πορευομένῳ, μετὰ τὰ Κεραύνια ὄρη ἐξ ἐναντίας τῶν Ἀμβρακίων νῆσοι φαίνονται, ἥ τε λιπαρὰ ἢ πολυφόρος Κέρκυρα, ἡ καὶ Φαιακία λεγομένη, ἡ προσφιλεστάτη τοῦ Ἀλκινόου χώρα. Ἐπὶ ταύτης δὲ καὶ τὸ τῆς Νηρικίης Ἰθάκης ἔδαφος, ἤγουν ἡ Ἰθάκη νῆσος, ἡ ὑπὸ τὸ Νηρίτιον ὄρος, καὶ τῶν ἄλλων, δηλονότι τῶν Ἐχινάδων, νήσων ἡ γῆ, ὁπόσας ὁ Ἀχελῷος ποταμὸς ταῖς λαμπροτάταις συστροφαῖς περιρρεῖ, ἀπὸ τῆς Χαλκίδος πόλεως τῆς Αἰτωλίας κατερχόμενος.