457—460. Αἱ δὲ Γυμνήσιαι νῆσοι ἐφεξῆς εἰσι. Πλησίον δὲ αὐτῶν ἐστιν ἡ Βοῦσος, καὶ ἡ εὐρυτάτη, ἤγουν ἡ πλατεῖα ἢ μεγίστη Σαρδὼ, καὶ ἡ ἐπέραστος καὶ καλὴ νῆσος Κύρνος τῇ θαλάσσῃ περιεχομένη, ἥντινα καὶ Κορσίδα διὰ τὸ πολλὰς ἐξοχὰς ἔχειν ὀρῶν οἱ κατοικοῦντες ἄνδρες καλοῦσι· κατάσκιος δὲ καὶ πολύϋλος ὑπάρχει τοσοῦτον, ὅσον οὐδεμία τῶν ἄλλων νήσων. 461—467. Μετὰ ταύτην δὲ αἱ τοῦ Αἰόλου τοῦ Ἱππότου υἱοῦ, τοῦ φιλοξένου βασιλέως, νῆσοί εἰσιν ἐν τῇ θαλάσσῃ πανταχοῦ περίδρομοι· ὅστις Ἱπποτάδης Αἴολος θεῖα, ἤγουν θαυμαστὰ, δῶρα πάντας ὑπὲρ τοὺς ἀνθρώπους ἔλαβε, τὴν βασιλείαν καὶ ἐξουσίαν τῶν ἀνέμων, τῶν τε ταρασσομένων ἢ πνεόντων καὶ τῶν ἱσταμένων ἤτοι ἡσυχαζόντων. Ἑπτὰ δέ εἰσιν αὗται αἱ νῆσοι, ὑπὸ τῶν ἀνθρώπων Πλωταὶ καλούμεναι, διότι μέσον ἔχουσιν οἱονεὶ μεταξὺ ἀλλήλων περικυκλούμενον διάπλουν ἢ περίπλουν.