447—449. Ἀλλ᾿ οὗτος μὲν ὁ Ἀπόλλων ἵλεως ἔστω· σὺ δὲ, ὦ Μοῦσα, Διὸς καὶ Μνημοσύνης θύγατερ, πασῶν τῶν νήσων, αἵτινες ἐν τῷ πόντῳ ἄλλη ἀλλαχόσε ἐστραμμέναι ὑπάρχουσι, τὰ ὀνόματα ἐμοὶ καὶ τὴν θέσιν εἰπέ. 450—456. Κατὰ μὲν τὸ μέσον τοῦ πορθμοῦ τῶν Ἡρακλείων στηλῶν τὰ Γάδειρα, ἡ ἐσχάτη τῆς οἰκουμένης νῆσος, τοῖς ἀνθρώποις φαίνεται, καὶ πόλις ἐπὶ τῆς περιρρεομένης ἐκείνης νήσου ἐπὶ τοῖς τέρμασι τοῦ ὠκεανοῦ. Ἐκεῖ ἐν τοῖς Γαδείροις τῶν Φοινίκων ἀνδρῶν γένος κατοικεῖ, τοῦ μεγάλου Διὸς υἱὸν Ἡρακλῆ τιμῶντες. Καὶ ταύτην μὲν τὴν νῆσον παρὰ τῶν ἐκεῖ πρότερον κατοικούντων ἀνθρώπων Κοτίνουσαν καλουμένην ὕστερον Γάδειρα οἱ Φοίνικες ἐκάλεσαν.