429—436. Ἐξεναντίας δὲ τούτου πρὸς ζεφύρου πνοὴν ἡ ἀπλήρωτος γῆ τῆς Δωδώνης ἐκτέταται. Ὑπεράνω δὲ ταύτης τῆς Δωδώνης πρὸς νότον ἡ μεγάλη τῶν Αἰτωλῶν ἀνδρῶν χώρα ἐστὶν ὑπὸ τοῦ ὑψηλοῦ ὄρους Ἀρακύνθου. Διὰ μέσης δὲ τῆς Αἰτωλίας σύρεται ὁ Ἀχελώῖος ποταμὸς, ὁ λαμπρὰ συστρέμματα ἔχων, ἐκβάλλει δὲ εἰς τὸ Σικελικὸν πέλαγος διὰ μέσων τιῶν νήσων ἃς Ἐχινάδας καλοῦσιν· ἐφ᾿ ὧν αἱ τῶν γειτνιαζόντων Κεφαλλήνων πόλεις ἐπακολουθοῦσιν. 437—446. Ἐπὶ τούτῳ δὲ τῷ πεδίῳ, τῆς Αἰτωλίας δηλονότι, πρός τε τὴν ἀνατολὴν καὶ τὴν ἠῶ, ἤγουν τὸν ἀνίσχοντα ἥλιον, ἡ Φωκὶς χώρα ἐστὶ, συρομένη ἢ ἀποκλίνουσα ἐπὶ βορρᾶν κατὰ τὸ στόμα καὶ τὰ στενὰ τῶν Θερμοπυλῶν, ὑπὸ τῇ ἐξοχῇ τοῦ χιονώδους ὄρους τοῦ Κηφισσοῦ ποταμοῦ κατερχόμενον ἦχον ἀποτελεῖ. Παρὰ τῷ Κηφισσῷ ποταμῷ ἡ τεθυμιαμένη καὶ καλῆ γῆ τῆς Πυθῶνος πόλεώς ἐστιν, ὅπου ἡ περιπλοκὴ τῆς Δελφίνης δράκοντος περὶ τοῦ θεοῦ τοῦ Ἀπόλλωνος τρίποδι κέκλιται, ὃ ἔστι περὶ τοῦ μαντικοῦ θεοῦ ἐν τῷ ἐπιθυμητῷ ναῷ περιέχεται, ὁλκὸς πολλοῖς καταστίγμασι πεπυκνωμένος. Ὅπου πολλάκις αὐτὸς ὁ Ἀπόλλων ἢ ἀπὸ τῆς Μιλήτου ἢ ἀπὸ τῆς Κλάρου ἄρτι ἀναβὰς, ἤτοι ἐλθὼν, τὸ ἅμμα, τουτέστι τὸν δεσμὸν ἢ τὴν νευρὰν, τῆς χρυσῆς φαρέτρης ἀναλύει. 447—449. Ἀλλ᾿ οὗτος μὲν ὁ Ἀπόλλων ἵλεως ἔστω· σὺ δὲ, ὦ Μοῦσα, Διὸς καὶ Μνημοσύνης θύγατερ, πασῶν τῶν νήσων, αἵτινες ἐν τῷ πόντῳ ἄλλη ἀλλαχόσε ἐστραμμέναι ὑπάρχουσι, τὰ ὀνόματα ἐμοὶ καὶ τὴν θέσιν εἰπέ. 450—456. Κατὰ μὲν τὸ μέσον τοῦ πορθμοῦ τῶν Ἡρακλείων στηλῶν τὰ Γάδειρα, ἡ ἐσχάτη τῆς οἰκουμένης νῆσος, τοῖς ἀνθρώποις φαίνεται, καὶ πόλις ἐπὶ τῆς περιρρεομένης ἐκείνης νήσου ἐπὶ τοῖς τέρμασι τοῦ ὠκεανοῦ. Ἐκεῖ ἐν τοῖς Γαδείροις τῶν Φοινίκων ἀνδρῶν γένος κατοικεῖ, τοῦ μεγάλου Διὸς υἱὸν Ἡρακλῆ τιμῶντες. Καὶ ταύτην μὲν τὴν νῆσον παρὰ τῶν ἐκεῖ πρότερον κατοικούντων ἀνθρώπων Κοτίνουσαν καλουμένην ὕστερον Γάδειρα οἱ Φοίνικες ἐκάλεσαν. 457—460. Αἱ δὲ Γυμνήσιαι νῆσοι ἐφεξῆς εἰσι. Πλησίον δὲ αὐτῶν ἐστιν ἡ Βοῦσος, καὶ ἡ εὐρυτάτη, ἤγουν ἡ πλατεῖα ἢ μεγίστη Σαρδὼ, καὶ ἡ ἐπέραστος καὶ καλὴ νῆσος Κύρνος τῇ θαλάσσῃ περιεχομένη, ἥντινα καὶ Κορσίδα διὰ τὸ πολλὰς ἐξοχὰς ἔχειν ὀρῶν οἱ κατοικοῦντες ἄνδρες καλοῦσι· κατάσκιος δὲ καὶ πολύϋλος ὑπάρχει τοσοῦτον, ὅσον οὐδεμία τῶν ἄλλων νήσων.