429—436. Ἐξεναντίας δὲ τούτου πρὸς ζεφύρου πνοὴν ἡ ἀπλήρωτος γῆ τῆς Δωδώνης ἐκτέταται. Ὑπεράνω δὲ ταύτης τῆς Δωδώνης πρὸς νότον ἡ μεγάλη τῶν Αἰτωλῶν ἀνδρῶν χώρα ἐστὶν ὑπὸ τοῦ ὑψηλοῦ ὄρους Ἀρακύνθου. Διὰ μέσης δὲ τῆς Αἰτωλίας σύρεται ὁ Ἀχελώῖος ποταμὸς, ὁ λαμπρὰ συστρέμματα ἔχων, ἐκβάλλει δὲ εἰς τὸ Σικελικὸν πέλαγος διὰ μέσων τιῶν νήσων ἃς Ἐχινάδας καλοῦσιν· ἐφ᾿ ὧν αἱ τῶν γειτνιαζόντων Κεφαλλήνων πόλεις ἐπακολουθοῦσιν. 437—446. Ἐπὶ τούτῳ δὲ τῷ πεδίῳ, τῆς Αἰτωλίας δηλονότι, πρός τε τὴν ἀνατολὴν καὶ τὴν ἠῶ, ἤγουν τὸν ἀνίσχοντα ἥλιον, ἡ Φωκὶς χώρα ἐστὶ, συρομένη ἢ ἀποκλίνουσα ἐπὶ βορρᾶν κατὰ τὸ στόμα καὶ τὰ στενὰ τῶν Θερμοπυλῶν, ὑπὸ τῇ ἐξοχῇ τοῦ χιονώδους ὄρους τοῦ Κηφισσοῦ ποταμοῦ κατερχόμενον ἦχον ἀποτελεῖ. Παρὰ τῷ Κηφισσῷ ποταμῷ ἡ τεθυμιαμένη καὶ καλῆ γῆ τῆς Πυθῶνος πόλεώς ἐστιν, ὅπου ἡ περιπλοκὴ τῆς Δελφίνης δράκοντος περὶ τοῦ θεοῦ τοῦ Ἀπόλλωνος τρίποδι κέκλιται, ὃ ἔστι περὶ τοῦ μαντικοῦ θεοῦ ἐν τῷ ἐπιθυμητῷ ναῷ περιέχεται, ὁλκὸς πολλοῖς καταστίγμασι πεπυκνωμένος. Ὅπου πολλάκις αὐτὸς ὁ Ἀπόλλων ἢ ἀπὸ τῆς Μιλήτου ἢ ἀπὸ τῆς Κλάρου ἄρτι ἀναβὰς, ἤτοι ἐλθὼν, τὸ ἅμμα, τουτέστι τὸν δεσμὸν ἢ τὴν νευρὰν, τῆς χρυσῆς φαρέτρης ἀναλύει.