403—422. Πελοπόννησος δὲ ἕπεται ἢ ἐπακολουθεῖ, ὁμοία πλατάνου φύλλῳ μυουρίζοντι, ἤγουν λεπτοτάτῳ κατὰ τὸ ἄκρον δίκην μυὸς οὐρᾶς. Πρὸς γὰρ τὸν βορρᾶν ὁ ἰσθμὸς στενούμενος τῷ κλάδῳ τῷ προσπεφυκότι τῷ φύλλῳ ἔοικε, καὶ ἐπὶ τὴν κοινὴν βάσιν τῆς Ἑλλάδος τὴν Πελοπόννησον ἐπιστηρίζει· ἡ δὲ χώρα τῆς Πελοποννήσου φύλλῳ πολυστρόφῳ ὁμοία θαλασσίοις κόλποις ἔνθα κἀκεῖσε περιέχεται καὶ πρὸς μὲν τὴν δύσιν ταύτης τῆς γῆς, ἤγουν ἐν τῷ δυτικῷ μέρει τῆς Πελοποννήσου, ἡ Τριφυλὶς χώρα οὕτως καλουμένη ἐστὶν, ὅπου ὁ κάλλιστος καὶ ἐπιθυμητότατος τῶν ποταμῶν ὁδεύει Ἀλφειὸς, ταῖς προχοαῖς, ἤγουν ταῖς πηγαῖς καὶ τῷ ῥεύματι, σχιζόμενος τοῦ Μεσσηνίου Εὐρώτου· οἵτινες ἀμφότεροι ποταμοὶ ἀπὸ τῆς Ἀσέας τὰ ῥεῖθρα αὐτῶν ἀναδιδόασι, τουτέστιν ἀπὸ τῆς Ἀσέας ῥέουσιν, ἀλλ᾿ ὁ μὲν Ἀλφειὸς τὴν τῶν Ἠλείων, ὁ δὲ Εὐρώτας τὴν Λακώνων χώραν τέμνει καὶ διαρρεῖ. Κατὰ δὲ τὴν μέσην Πελοποννησον οἱ Ἀρκάδες Ἀπιδανεῖς κοιλην, ἤγουν κυρτὴν, γῆν κατοικοῦσιν ὑπὸ τοῦ ὑψηλοῦ ὄρους τοῦ Ἐρυμάνθου· ὅπου ὁ Μέλας καὶ ὁ Κρᾶθις καὶ ὁ ὑγρὸς Ἰάων ποταμοὶ ῥέουσιν, ὅπου καὶ ὁ ἀρχαῖος Λάδων τοῖς ὕδασι πλατύνεται· μέγας γὰρ ποταμός ἐστιν. Πλησίον δὲ τῶν Ἀρκάδων ἡ τῶν Ἀργείων ἐστὶν ἄροσις, ἤγουν ἡ χώρα ἣν γεωργοῦσι, καὶ ἡ γῆ τῶν Λακώνων, ἡ μὲν τῶν Ἀργείων ἐπὶ τὴν ἀνατολὴν, ἡ δὲ Λακωνικὴ ἐπὶ τὸν νότον ὁρῶσα. Περὶ δὲ τὰ στενὰ τοῦ Ἰσθμοῦ δύο θάλασσαι κτυποῦσιν ἥ τε Κορινθία καὶ ἡ Σαρωνικὴ, καὶ ἡ μὲν Κορινθία ἐξ ἐναντίας τῆς Ἐφύρης, ὃ ἔστι τῆς Κορίνθου πόλεως πρὸς δύσιν ἐστὶν, ἀπὸ τοῦ Ἀδριατικοῦ πελάγους, ἡ δὲ Σαρωνικὴ πρὸς ἀνατολάς ἐστι συρομένη. 423—428. Ἔμπροσθεν δὲ ταῦ Ἰσθμοῦ ὡς πρὸς ἀνατολὰς ἡ Ἀττικὴ γῆ ἐστιν, ὃ ἔστιν αἱ Ἀθῆναι· ἀνὰ μέσον δὲ τῶνδε κατέρχεται ὁ θεῖος ποταμὸς Ἰλισσὸς, ὅτου καὶ ὁ Βορρᾶς ποτε ὁ τῆς Θρᾴκης βασιλεὺς ἥρπασε τὴν Ὠρείθυιαν. Ἐπὶ ταύτῃ δὲ τῇ Ἀττικῇ ἡ τῶν Βοιωτῶν χώρα ἐστὶ καὶ τῶν Λοκρῶν ἠροτριασμένη γῆ. Μετὰ τοὺς Βοιωτοὺς δὲ καὶ τοὺς Λοκροὺς ἡ Θεσσαλία καὶ αἱ πόλεις τῆς Μακεδονίας εἰσίν. Ἐπὶ ταύταις δὲ πάλιν φαίνονται αἱ κορυφαὶ τοῦ χιονώδους Αἵμου τοῦ Θρᾳκικοῦ ὄρους.