384—397. Ἐκεῖθεν δὲ πρὸς ἀνατολὰς σύρεται ἢ τὴν θάλασσαν ἐπερεύγεται ὁ Ἀδρίας κόλπος, τοὺς αἰγιαλοὺς τῶν Λιβυρνίδων νήσων ὑποξύων, καὶ περὶ ἅπασαν τὴν ὑψηλὴν ἢ ἰσχυρὰν τῶν Ὑλλείων χώραν, ἤτο χερρόνησον, ὁπόση τῷ ἰσθμῷ πλησίον ἐπίκειται, καὶ ταῖς ἀκταῖς τῶν Βουλιμέων. Ἐπάγουσα δὲ καὶ ἀπλήρωτον ῥεῦμα τὴν Ἰλλυρικὴν γῆν περιστρέφεται ἕως τῆς ἄκρας τῶν ὑψηλῶν ὀρῶν, τῶν καλουμένων Κεραυνίων διὰ τὸ πλῆθος τῶν ἐκεῖσε πιπτόντων κεραυνῶν. Περὶ ἐκεῖνον δὲ τὸν κόλπον ἴδοις ἂν καὶ τὸν μεγαλόδοξον τύμβον, περὶ ὃν ἡ τοῦ Κάδμου καὶ τῆς Ἁρμονίας τῆς γυναικὸς αὐτοῦ φήμη λέγεται. Ἐκεῖσε γὰρ εἰς σκολιῶν ὄφεων γένος ἠλλάχθησαν, ἤγουν εἰς ὄφεις μετεβλήθησαν, ὁπόταν ἀπὸ τοῦ Ἰσμηνοῦ ποταμοῦ τῆς Βοιωτίας ἢ τῶν Θηβῶν ἐπὶ τὸ γῆρας παρεγένοντο, τουτέστιν ὅτε ἐγήρασαν καὶ ἔμελλον λιπαροῦ βίου καὶ ἐπιμελείας ἀξιοῦσθαι, μετὰ τὰ ἐν Θήβαις ἀτυχήματα. Ἐκεῖσε αὐτοῖς οἱ θεοὶ σημεῖον ἄλλο ἔθεσαν· περὶ μέν γὰρ τὴν χώραν ἐκείνην δύο πέτραι ἀμφοτέρωθεν ἐστηριγμέναι εἰσὶν, αἵτινες ἀμφότεραι κινούμεναι ἀλλήλαις συνέρχονται, ὁπόταν τις ἀρχὴ ἐπικυλιομένου κακοῦ τοῖς πολίταις γίνεται, ἤγουν σημαίνουσι τῶν μελλόντων κακῶν τὴν ἀρχήν. 398—402. Πρὸς δὲ τὸν νότον ἢ τὰ νότια μέρη πορρωτάτω ὑπὲρ τὴν εὔγειον Θρᾴκην καὶ τὴν Ὠρικίαν χώραν ἡ τῆς Ἑλλάδος ἀρχὴ κατὰ πολὺ ἀνερχομένη προσεγγίζει, διπλῇ θαλάσσῃ διεζωσμένη ἢ περιεχομένη, τῇ Αἰγαίᾳ δηλονότι καὶ τῇ Σικελικῇ. ἄνεμον δὲ ἑκάστη ἔλαβεν, ἡ μὲν Σικελικὴ τὸν ἐσπέριον ἢ δυτικὸν, ὃν καὶ ζέφυρον καλοῦσιν, ἡ δὲ Αἰγαία τὸν εὖρον.