364—374. Ἐκεῖθεν δὲ, ὃ ἔστιν ἀπὸ τῆς Λευκῆς πέτρας, ἐπὶ τὸν βορρᾶν ἡ ἄκρα τοῦ ζεφύρου, ἤγουν τὸ Ζεφύριον ἀκρωτήριον, φαίνεται, καὶ ἐπ᾿ αὐτοῦ οἱ Λοκροὶ οἱ Ἐπιζεφύριοι κατοικοῦσιν, οἵτινες τοῖς προτέροις χρόνοις ἀπὸ Λοκρίδος τῆς Ἐπικνημίδος τῆς πατρίδος αὐτῶν φεύγοντες ἐπὶ τὴν Ἰταλίαν παρεγένοντο ταῖς οἰκείαις δεσποίναις μιγέντες, δοῦλοι ὄντες· ὧντινων τὸ γένος ἀρτίως ἐστὶν ἐπὶ ταῖς ἐκβολαῖς τοῦ Ἅληκος ποταμοῦ. Μετὰ δὲ τούτους ἐφεξῆς εἰσιν οἱ Μεταπόντιοι· ἐγγὺς δὲ αὐτῶν ἡ ἐπιθυμητὴ καὶ καλῶς κατοικουμένη πόλις τοῦ πολυστεφάνου Κρότωνος ἐπὶ ταῖς ἐκβολαῖς ταῖ ?? ?? Αἰσάρου. Ἐκεῖσε δὲ τὸν μέγαν ἢ τὸν ὑψηλὸν τῆς Δακ??άδος Ἥρας ναὸν θεάσῃ. Ἔστι δὲ κἀκεῖσε ἡ ἀπὸ τοῦ Διὸς μεγάλην ὀργὴν δεξαμένη ἀθλία καὶ ταλαίπωρος Σύβαρις, τοὺς ἐνοικοῦντας ἢ πολίτας ἑαυτῆς ἀπολωλότας κλαίουσα, ἤγουν ἔρ?? οὖσα, διὰ τὸ ἐπὶ τοῖς ἀναθήμασι τοῦ Ἀλφειοῦ ὑπὲρ τὰ δίκαιον μανέντας αἰσχρῶς ἀσεβῆσαι. 375—383. Μετὰ τούτους δὲ τοὺς Συβαρίτας οἱ Σαυνῖται τὴν μέσην γῆν, ἤγουν τὴν μεσόγειον χώραν, οἰκοῦσι, καὶ τὰ ταχέα ἔθνη τῶν Μαρσῶν, ὑπεράνωθεν τοῦ Σιλάρου ποταμοῦ. Τάρας δὲ παραλία πόλις πλησίον τῆς θαλάσσης κεῖται, ἥν ποτε ὁ τῶν Λκκεδαιμονίων ἰσχυρὸς πόλεμος ἔκτισεν· ἢ ἣν οἱ Ἀμυκλαῖοι ἐπόρθησαν. Ἐφεξῆς δὲ ἐπὶ τούτοις ἡ Καλαβρία ἡ χώρα ἐστὶ τά τε τῶν Ἰαπύγων ἔθνη μέχρι τῆς παραθαλασσίας πόλεως Ὑρίου, ὅπου τὸ Ἀδριατικὸν πέλαγος σύρεται ἐπὶ τὸν ἐφεξῆς ὄντα Ἀκυλήϊον κόλπον, τὸ ἐνδότερον μέρος ὄντα τοῦ Ἀδρίου, ὅπου Ἀκύλη πόλις ἐστίν. Ἐκεῖ καὶ ἡ Τεγεστραίων πόλις οἰκεῖται ἐπὶ τοῖς ἐνδοτάτοις μέρεσιν, ἤγουν ἐν τῷ μυχῷ τοῦ Ἀδριατικοῦ πελάγους. Τοσαῦτα μὲν ἔθη τὴν Ἰταλίαν κατοικεῖ.