345—356. Πολλὰ δὲ περὶ τὸ Ἀπέννιον ὄρος ἑκατέρωθεν ἔθνη οἰκοῦσιν, οἵτινά σοι ῥᾳδίως καὶ εὐκόλως πάντα καταλέξω· ἄρξομαι δὲ ἀπὸ τῆς δυτικῆς πλευρᾶς ἐκ τοῦ βορέου. Πρῶτοι μὲν ἐκεῖ εἰσιν οἱ Τυρρηνοὶ, μετ᾿ αὐτοὺς δὲ τὰ ἔθνη τῶν Πελασγῶν, οἵτινές ποτε ἀπὸ τῆς Κυλλήνης, τοῦ Ἀρκαδικοῦ ὄρους, ἐπὶ τὴν ἑσπερίαν θάλασσαν ἀποβάντες ἐνταῦθα σὺν τοῖς Τυρρηνοῖς ἀνδράσι δράσι κατῴκησαν. Μετὰ τούτους δέ ἐστι τὸ ἔθνος τῶν λαμπροτάτων Λατίνων, τὸ μερίμνας πολλὰς παρέχον τοῖς ἐναντίοις, ἤγουν τὸ δεινὸν καὶ πολεμικὸν, ἐπέραστον καὶ καλὴν γῆν κατοικοῦντες. Διὰ μέσης δὲ χώρας τῶν Λατίνων ῥεῖ ὁ Θύμβρις ποταμὸς καὶ τὸν καθαρὸν αὐτοῦ ῥοῦν εἰς τὴν θάλασσαν βάλλει, Θύμβρις ὁ κάλλιστος καὶ βασιλικώτατος πάντων τῶν ἄλλων ποταμῶν, ὅστις εἰς δύο διαχωρίζει τὴν ἐπιθυμητὴν καὶ ἔνδοξεν Ῥώμην, τὸν μέγαν οἶκον, ἤγουν τὸ βασίλειον, τῶν ἐμῶν βασιλέων, τὴν μητέρα πασῶν τῶν πόλεων, τὴν πλουσίαν καὶ εὐδαίμονα χώραν. 357—363. Ἐπὶ ταύτῃ δὲ τῇ Λατίνων χώρᾳ ἡ τῶν Καμπανῶν ἐστι λιπαρὰ γῆ, ὅπου ὁ οἶκος, ἤγουν ἡ πόλις, τῆς ἁγνῆς Παρθενόπης, μιᾶς τῶν Σειρήνων, ἡ πολλὰ τῶν σταχύων δράγματα ἔχουσαν, τουτέστιν ἡ σιτοφόρος, ἥντινα Παρθενόπην ὁ πόντος τοῖς ἰδίοις κόλποεις ἐδέξατο· κατέρριψε γὰρ ἑαυτὴν εἰς τὸν πόντον. Πρὸς δὲ τὸ νότιον μέρος ὑπὸ τὴν Σειρηνίδα πέτραν λίαν καὶ πάνυ κατὰ πολὺ τοῦ Σιλάρου, ποταμοῦ Πευκεντίνου, ἐκβολαὶ φαίνονται. Πλησίον δέ εἰσιν οἱ Λευκανοὶ καὶ οἱ Βρέντιοι ἄνδρες τὸ λοιπὸν μέρος τῆς Ἰταλίας μέχρι τῆς Λευκῆς πέτρας κρατοῦντες καὶ κατοικοῦντες.