320—329. Τοσοῦτοι μὲν γεγόνασιν οἱ κατοικοῦντες πρὸς τὸν βορρᾶν τοῦ Ἴστρου ποταμοῦ. Πρὸς δὲ τὸν νότον εἰσὶν οἱ Γέρραι καὶ τὰ ἰσχυρὰ καὶ ἀσφαλῆ πολίσματα τῶν Νωρικίων, καὶ οἱ Παννόνιοι καὶ οἱ Βούλγαροι βορειότεροι τῶν Θρακῶν, καὶ αὐτοὶ οἱ Θρᾷκες πολλὴν καὶ ἄπειρον γῆν ἔχοντες, οἱ μὲν ἐπὶ ταῖς πλευραῖς τῆς Προποντίδος, οἱ δὲ ὑπὲρ τὸν Ἑλλήσποντον τὸν ἄγαν ταχέα ῥεύματα ἔχοντα, οἱ δὲ ὑπὲρ αὐτῆς τῆς πολυταράχου ἢ πολυκινήτου καὶ πολυηχέος καὶ μεγάλα κύματα ἐχούσης Αἰγαίης θαλάσσης. Ὅπου κατὰ τὴν ὑψηλὴν κορυφὴν τῆς Παλλήνης, τοῦ Θρᾳκικοῦ ὄρους, ὁ καλὸς λίθος ἀστέριος φύεται καθάπερ τις ἀστὴρ λάμπων, καὶ ὁ λυχνίτης τῇ φλογὶ τοῦ πυρὸς παραπλήσιος καὶ ὅμοιος. 330—344. Καὶ τοσαῦτα μὲν ἔθνη περὶ τὸν Ἴστρον ποταμὸν κατοικοῦσι. Τὸν δὲ λοιπὸν πόρον τῆς Εὐρώπης καλῶς διανοούμενος βλέπε, ὅστις ἐκ τριγώνου πλευρᾶς πρὸς τὴν ἀνατολὴν ἐρχόμενος ἀπὸ τῶν δυτικῶν ἐπὶ τὰ ἑῷα ἐκτείνεται, τὴν μὲν τῶν Ἰβήρων, τὴν δὲ τῶν Ἐλλήνων, τὴν δὲ τῶν ἀγαθῶν Ῥωμαίων. Ἀλλ᾿ ἡ ἐσχάτη μὲν τῶν λαμπροτάτων ἐστὶν Ἰβήρων, ἡ γειτνιῶσα καὶ πλησιάζουσα τῷ ἑσπερίῳ ὠκεανῷ. Καὶ ἐν αὐτῇ ἐστιν ἡ ἄκρα, μία τῶν Ἡρακλεωτικῶν στηλῶν, ἡ Ἀλύβη καλουμένη. Ὑπεράνω δὲ ταύτης τῆς Ἀλύβης ἡ εὐδαίμων Ταρτησὸς τῶν πλουσίων καὶ ῥύδην τὸν πλοῦτον ἐχόντων ἀνδρῶν χώρα, καὶ οἱ Κεμψοὶ, οἵτινες ὑπὸ τὸν πόδα τοῦ Πυρηναίου ὄρους κατοικοῦσι, τοῦ χωρίζοντος τοὺς Κελτοὺς καὶ τοὺς Ἴβηρας. Εἰς τὸ μέσον δὲ τῶν ἀμφοτέρων γαιῶν τῶν Ἰβήρων καὶ τῶν Ἑλλήνων ἐξήπλωται ἢ παράκειται ἡ ἐπὶ πολὺ ἐκτεταμένη γῆ τῶν Ῥωμαίων, τουτέστιν ἡ Ἰταλία. Καὶ ταύτην μὲν μέσην διαχωρίζει τὸ Ἀπέννιον καλούμενον ὄρος, ὀρθὸν καθάπερ ὑπὸ στάθμης ἰθυθέν· οὐδαμῶς ἂν ἐκεῖνο ἐπιστήμων ἀνὴρ τῆς σοφῆς Ἀθηνᾶς ὑπηρέτης, ὃ ἐστι σοφὸς τεχνίτης, μέμψοιτο· ἄρχεται δὲ πρὸς βορρᾶν ἀπὸ τῆς Ἄλπιος ὄρους, καὶ λήγει ἐπὶ τὸν Σικελικὸν πορθμόν. 345—356. Πολλὰ δὲ περὶ τὸ Ἀπέννιον ὄρος ἑκατέρωθεν ἔθνη οἰκοῦσιν, οἵτινά σοι ῥᾳδίως καὶ εὐκόλως πάντα καταλέξω· ἄρξομαι δὲ ἀπὸ τῆς δυτικῆς πλευρᾶς ἐκ τοῦ βορέου. Πρῶτοι μὲν ἐκεῖ εἰσιν οἱ Τυρρηνοὶ, μετ᾿ αὐτοὺς δὲ τὰ ἔθνη τῶν Πελασγῶν, οἵτινές ποτε ἀπὸ τῆς Κυλλήνης, τοῦ Ἀρκαδικοῦ ὄρους, ἐπὶ τὴν ἑσπερίαν θάλασσαν ἀποβάντες ἐνταῦθα σὺν τοῖς Τυρρηνοῖς ἀνδράσι δράσι κατῴκησαν. Μετὰ τούτους δέ ἐστι τὸ ἔθνος τῶν λαμπροτάτων Λατίνων, τὸ μερίμνας πολλὰς παρέχον τοῖς ἐναντίοις, ἤγουν τὸ δεινὸν καὶ πολεμικὸν, ἐπέραστον καὶ καλὴν γῆν κατοικοῦντες. Διὰ μέσης δὲ χώρας τῶν Λατίνων ῥεῖ ὁ Θύμβρις ποταμὸς καὶ τὸν καθαρὸν αὐτοῦ ῥοῦν εἰς τὴν θάλασσαν βάλλει, Θύμβρις ὁ κάλλιστος καὶ βασιλικώτατος πάντων τῶν ἄλλων ποταμῶν, ὅστις εἰς δύο διαχωρίζει τὴν ἐπιθυμητὴν καὶ ἔνδοξεν Ῥώμην, τὸν μέγαν οἶκον, ἤγουν τὸ βασίλειον, τῶν ἐμῶν βασιλέων, τὴν μητέρα πασῶν τῶν πόλεων, τὴν πλουσίαν καὶ εὐδαίμονα χώραν. 357—363. Ἐπὶ ταύτῃ δὲ τῇ Λατίνων χώρᾳ ἡ τῶν Καμπανῶν ἐστι λιπαρὰ γῆ, ὅπου ὁ οἶκος, ἤγουν ἡ πόλις, τῆς ἁγνῆς Παρθενόπης, μιᾶς τῶν Σειρήνων, ἡ πολλὰ τῶν σταχύων δράγματα ἔχουσαν, τουτέστιν ἡ σιτοφόρος, ἥντινα Παρθενόπην ὁ πόντος τοῖς ἰδίοις κόλποεις ἐδέξατο· κατέρριψε γὰρ ἑαυτὴν εἰς τὸν πόντον. Πρὸς δὲ τὸ νότιον μέρος ὑπὸ τὴν Σειρηνίδα πέτραν λίαν καὶ πάνυ κατὰ πολὺ τοῦ Σιλάρου, ποταμοῦ Πευκεντίνου, ἐκβολαὶ φαίνονται. Πλησίον δέ εἰσιν οἱ Λευκανοὶ καὶ οἱ Βρέντιοι ἄνδρες τὸ λοιπὸν μέρος τῆς Ἰταλίας μέχρι τῆς Λευκῆς πέτρας κρατοῦντες καὶ κατοικοῦντες. 364—374. Ἐκεῖθεν δὲ, ὃ ἔστιν ἀπὸ τῆς Λευκῆς πέτρας, ἐπὶ τὸν βορρᾶν ἡ ἄκρα τοῦ ζεφύρου, ἤγουν τὸ Ζεφύριον ἀκρωτήριον, φαίνεται, καὶ ἐπ᾿ αὐτοῦ οἱ Λοκροὶ οἱ Ἐπιζεφύριοι κατοικοῦσιν, οἵτινες τοῖς προτέροις χρόνοις ἀπὸ Λοκρίδος τῆς Ἐπικνημίδος τῆς πατρίδος αὐτῶν φεύγοντες ἐπὶ τὴν Ἰταλίαν παρεγένοντο ταῖς οἰκείαις δεσποίναις μιγέντες, δοῦλοι ὄντες· ὧντινων τὸ γένος ἀρτίως ἐστὶν ἐπὶ ταῖς ἐκβολαῖς τοῦ Ἅληκος ποταμοῦ. Μετὰ δὲ τούτους ἐφεξῆς εἰσιν οἱ Μεταπόντιοι· ἐγγὺς δὲ αὐτῶν ἡ ἐπιθυμητὴ καὶ καλῶς κατοικουμένη πόλις τοῦ πολυστεφάνου Κρότωνος ἐπὶ ταῖς ἐκβολαῖς ταῖ ?? ?? Αἰσάρου. Ἐκεῖσε δὲ τὸν μέγαν ἢ τὸν ὑψηλὸν τῆς Δακ??άδος Ἥρας ναὸν θεάσῃ. Ἔστι δὲ κἀκεῖσε ἡ ἀπὸ τοῦ Διὸς μεγάλην ὀργὴν δεξαμένη ἀθλία καὶ ταλαίπωρος Σύβαρις, τοὺς ἐνοικοῦντας ἢ πολίτας ἑαυτῆς ἀπολωλότας κλαίουσα, ἤγουν ἔρ?? οὖσα, διὰ τὸ ἐπὶ τοῖς ἀναθήμασι τοῦ Ἀλφειοῦ ὑπὲρ τὰ δίκαιον μανέντας αἰσχρῶς ἀσεβῆσαι.