320—329. Τοσοῦτοι μὲν γεγόνασιν οἱ κατοικοῦντες πρὸς τὸν βορρᾶν τοῦ Ἴστρου ποταμοῦ. Πρὸς δὲ τὸν νότον εἰσὶν οἱ Γέρραι καὶ τὰ ἰσχυρὰ καὶ ἀσφαλῆ πολίσματα τῶν Νωρικίων, καὶ οἱ Παννόνιοι καὶ οἱ Βούλγαροι βορειότεροι τῶν Θρακῶν, καὶ αὐτοὶ οἱ Θρᾷκες πολλὴν καὶ ἄπειρον γῆν ἔχοντες, οἱ μὲν ἐπὶ ταῖς πλευραῖς τῆς Προποντίδος, οἱ δὲ ὑπὲρ τὸν Ἑλλήσποντον τὸν ἄγαν ταχέα ῥεύματα ἔχοντα, οἱ δὲ ὑπὲρ αὐτῆς τῆς πολυταράχου ἢ πολυκινήτου καὶ πολυηχέος καὶ μεγάλα κύματα ἐχούσης Αἰγαίης θαλάσσης. Ὅπου κατὰ τὴν ὑψηλὴν κορυφὴν τῆς Παλλήνης, τοῦ Θρᾳκικοῦ ὄρους, ὁ καλὸς λίθος ἀστέριος φύεται καθάπερ τις ἀστὴρ λάμπων, καὶ ὁ λυχνίτης τῇ φλογὶ τοῦ πυρὸς παραπλήσιος καὶ ὅμοιος. 330—344. Καὶ τοσαῦτα μὲν ἔθνη περὶ τὸν Ἴστρον ποταμὸν κατοικοῦσι. Τὸν δὲ λοιπὸν πόρον τῆς Εὐρώπης καλῶς διανοούμενος βλέπε, ὅστις ἐκ τριγώνου πλευρᾶς πρὸς τὴν ἀνατολὴν ἐρχόμενος ἀπὸ τῶν δυτικῶν ἐπὶ τὰ ἑῷα ἐκτείνεται, τὴν μὲν τῶν Ἰβήρων, τὴν δὲ τῶν Ἐλλήνων, τὴν δὲ τῶν ἀγαθῶν Ῥωμαίων. Ἀλλ᾿ ἡ ἐσχάτη μὲν τῶν λαμπροτάτων ἐστὶν Ἰβήρων, ἡ γειτνιῶσα καὶ πλησιάζουσα τῷ ἑσπερίῳ ὠκεανῷ. Καὶ ἐν αὐτῇ ἐστιν ἡ ἄκρα, μία τῶν Ἡρακλεωτικῶν στηλῶν, ἡ Ἀλύβη καλουμένη. Ὑπεράνω δὲ ταύτης τῆς Ἀλύβης ἡ εὐδαίμων Ταρτησὸς τῶν πλουσίων καὶ ῥύδην τὸν πλοῦτον ἐχόντων ἀνδρῶν χώρα, καὶ οἱ Κεμψοὶ, οἵτινες ὑπὸ τὸν πόδα τοῦ Πυρηναίου ὄρους κατοικοῦσι, τοῦ χωρίζοντος τοὺς Κελτοὺς καὶ τοὺς Ἴβηρας. Εἰς τὸ μέσον δὲ τῶν ἀμφοτέρων γαιῶν τῶν Ἰβήρων καὶ τῶν Ἑλλήνων ἐξήπλωται ἢ παράκειται ἡ ἐπὶ πολὺ ἐκτεταμένη γῆ τῶν Ῥωμαίων, τουτέστιν ἡ Ἰταλία. Καὶ ταύτην μὲν μέσην διαχωρίζει τὸ Ἀπέννιον καλούμενον ὄρος, ὀρθὸν καθάπερ ὑπὸ στάθμης ἰθυθέν· οὐδαμῶς ἂν ἐκεῖνο ἐπιστήμων ἀνὴρ τῆς σοφῆς Ἀθηνᾶς ὑπηρέτης, ὃ ἐστι σοφὸς τεχνίτης, μέμψοιτο· ἄρχεται δὲ πρὸς βορρᾶν ἀπὸ τῆς Ἄλπιος ὄρους, καὶ λήγει ἐπὶ τὸν Σικελικὸν πορθμόν.