27—35. Πανταχοῦ δὲ τοῦ ἀκαμάτου, ὃ ἔστι τοῦ ἀεικινήτου, ὠκεανοῦ ὁ ῥοῦς φέρεται, εἷς μὲν ὑπάρχων, πολλαῖς δὲ ἐπωνυμίαις ἀρηρὼς, ἤγουν ἡρμοσμένος. Καὶ οὗτος μὲν ὁ ὠκεανὸς περὶ τὴν ἐσχατιὰν τοῦ Λοκροῦ ζεφύρου, ἤτοι τοῦ δυτικοῦ, ἢ μᾶλλον τοῦ Ἰταλικοῦ (καὶ γάρ εἰσιν ἐν Ἰταλίᾳ Ἐπιζεφύριοι Λοκροί) Ἄτλας καλεῖται ἑσπέριος. Ὕπερθεν δὲ πρὸς βορρᾶν, ὅπου οἱ παῖδες, ἤτοι τὸ ἔθνος, τῶν πολεμιστῶν Ἀριμασπῶν, Κρόνιόν τε καὶ πεπηγότα κόλπον καλοῦσιν ἄλλοι δὲ πεπηγότα τοῦτον τὸν Κρόνιον πόντον καλοῦσι διὰ τὸ ψυχρὸν τῶν τόπων, ὡς πηγνυμένου αὐτοῦ , καὶ νεκρὸν εἶπον διὰ τὸ ἀσθενὲς τοῦ ἡλίου· βραδέως γὰρ ἢ ὀλίγον ὑπεράνω ἐκείνης τῆς θαλάσσης φαείνει, πανταχοῦ δὲ ὑπὸ τῶν σκιερῶν νεφελῶν παχύνεται καὶ πυκνοῦται. 36—42. Ὅπου δὲ τὸ πρῶτον ἐν τῇ ἀνατολῇ ἀνατέλλει τοῖς ἀνθρώποις τὸ πρὸς ἕω μέρος, ἠῷον καὶ Ἰνδικὸν καλεῖται τὸ κῦμα ἐκεῖνο τῆς θαλάσσης, τουτέστι τὸ μέρος ἐκεῖνο τοῦ ὠκεανοῦ. Τὸ δὲ πρὸς νότον κλίμα Ἐρυθραῖον καὶ Αἰθιοπικὸν καλοῦσιν· ὅπου ὁ πολὺς καὶ ἐπιμήκης τῆς ἀοικήτου γῆς τόπος ἐκτετάνυσται, ὑπὸ τοῦ μαλεροῦ, ἤτοι θερμαντικοῦ καὶ καυστικοῦ, ἡλίου κεκαυμένος. Καὶ γὰρ τὸ πρὸς νότον μέρος Ἐρυθραῖον, καὶ διὰ τοῦτο τὸ ἔθνος ἐκεῖνο Αἰθιοπικὸν, ὡς παρακεῖσθαι μακρὸν ἀγκῶνα τῆς ἀοικήτου. Οὕτω, καθὼς εἴπομεν, περιτρέχει ὁ ὠκεανὸς πᾶσαν τὴν γῆν, τοιοῦτος ὑπάρχων καὶ τοσαῦτα ἐπὶ τοῖς ἀνθρώποις ὀνόματα ἔχων.