<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg4174.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="29" corresp="urn:cts:greekLit:tlg0084.tlg001:283-301"><p>283—301. Ἐπὶ τούτοις δὲ τοῖς Ἴβηρσι τὸ Πυρηναῖον
ὄρος ἐστὶ καὶ τὰ οἰκήματα τῶν Κελτῶν, πλησίον τῶν
πηγῶν τοῦ καλλιρρόου Ἠριδανοῦ, ἐφ᾿  οὗτινός ποτε
ταῖς ἐκβολαῖς κατὰ τὴν ἔρημον νύκτα αἱ Ἡλιάδες
ἐθρήνησαν κλαίουσαι τὸν Φαέθοντα, ἀδελφὸν αὐτῶν
ὄντα. Ἐκεῖσε δὲ οἱ τῶν Κελτῶν παῖδες ἐπὶ ταῖς αἰγείροις
καθεζόμενοι τοῦ χρυσαυγέος ἠλέκτρου δάκρυα ἢ
ἀποσταλάγματα συλλέγουσι καὶ σωρεύουσιν. Μετὰ
τοῦτον δὲ ἐφεξῆς ἡ τῶν Τυρρηνῶν χώρα ὑπάρχει. Πρὸς
ταύτης δὲ τῆ ἀνατολῇ ἀναφαίνεται ἡ τῆς Ἄλπιος
ὄρους ἀρχή. Ἐπὶ δὲ τὸ μέσον αὐτῆς, δηλονότι τῆς
Ἄλπιος, σύρεται, ὃ ἔστι διέρχεται, τὰ ὕδατα τοῦ
Ῥήνου ποταμοῦ, πρὸς τὸ ἔσχατον χεῦμα τοῦ βορείου
ὠκεανοῦ, εἰς ἐκεῖνον γὰρ ἐκβάλλει. Ἐφεξῆς δὲ ἐπὶ
τῷ Ῥήνῳ ἐπεκτείνεται, ἤγουν τὰς πηγὰς ἔχει, ὁ μέγας
Ἴστρος, ὅστις ἐστὶν ὁ Δάνουβις, ἐπὶ τὴν ἀνατολὴν
ἐστραμμένος, πλησίον τοῦ Εὐξείνου πόντου, εἰς ὃν
πάντα τὸν ἀφρὸν τοῦ ὕδατος ἐρεύγεται ἢ ἐκβάλλει διὰ
πέντε στομάτων, συστρεφόμενος περὶ τὴν Πεύκην νῆσον,
ἣν ὁ Ἴστρος ἀποτελεῖ.</p></div><div type="textpart" subtype="section" n="30" corresp="urn:cts:greekLit:tlg0084.tlg001:302-319"><p>302—319. Ἐπὶ μὲν τὸ βόρειον αὐτοῦ μέρος πολλοὶ
λίαν καὶ πάνυ ἐφαπλούμενα κέχυνται ἔθνη ἕως τοῦ
στόματος τῆς Μαιώτιδος λίμνης, Γερμανοὶ, Σαρμάται,
Γέται τε ὁμοῦ καὶ Βαστάρναι καὶ ἡ τῶν Λακῶν
πολλὴ καὶ ἀπλήρωτος γῆ, καὶ οἱ ἄλκιμοι ἢ δυνατώτατοι
Ἀλανοὶ καὶ οἱ Ταῦροι, οἵτινες ἐπὶ τὸν δεινὸν
τοῦ Ἀχιλλέως δρόμον οἰκοῦσι, στενὸν ὁμοῦ καὶ μακρὸν,
καὶ ἐπ᾿  αὐτὸ τὸ στόμα τῆς λίμνης. Ὑπερράνω
δὲ τούτων ἐκτέταται τῶν πολυΐππων Ἀγαυῶν τὸ ἔθνος,
ὅπου οἱ Μελάγχλαινοι καὶ οἱ τοὺς ἵππους ἀμέλγοντες
ἄνδρες, καὶ οἱ Νευροὶ οἱ ταχεῖς καὶ ἰσχυροὺς πόδας
ἔχοντες καὶ οἱ Γελωνοὶ καὶ οἱ Ἀγάθυρσοι· ὅπου τοῦ
Βορυσθένους ποταμοῦ τὸ ἐκτεταμένον ὕδωρ ἔμπροσθεν
τοῦ Κριοῦ μετώπου τῷ Εὐξείνῳ πόντῳ μίσγεται,
ὡς ἐκ γραμμῆς τινος ἢ κατὰ διάμετρον ἐξεναντίας τῶν
Κυανέων ἤτοι Συμπληγάδων πετρῶν. Ἐκεῖθεν καὶ τοῦ
Ἀλδήσκου καὶ τοῦ Παντικάπου ποταμῶν τὰ ὕδατα ἐν
τοῖς Ῥιπαίοις ὄρεσι τῆς Σκυθίας κεχωρισμένα μετὰ
ἤχου ῥέουσιν. Παρὰ δὲ ταῖς ἐκβολαῖς τούτων πλησίον
τοῦ πεπηγότος Κρονίου ὠκεανοῦ, τῆς νεκρᾶς οὕτω
καλουμένης θαλάσσης, ὁ ἤλεκτρος αὔξεται ὁ ἡδεῖαν
καὶ καλὴν τὴν λαμπηδόνα ἔχων, οἷά τις αὐγή ἐστι
σελήνης ἀρχομένης. Πλησίον δὲ ὑπὸ τοῖς ψυχροῖς
Ἀγαθύρσοις καὶ τὸν λαμπρότατον ἴδοις ἀδάμαντα.</p></div></div></body></text></TEI>