254—269. Ταύτης οὖν τῆς Αἰγύπτου πρὸς μὲν τὸν ζέφυρον ἡ Μακεδονικὴ πόλις, τουτέστιν ἡ Ἀλεξάνδρεια, κεῖται, ὅπου τοῦ Σινωπίτου μεγάλου Διὸς ἱερὸν πολυτελεῖ καὶ πολυτιμήτῳ χρυσῷ κεκοσμημένον ἐστίν· οὐδαμῶς ἂν ἐκείνου θαυμασιώτερον ναὸν ἐν τοῖς ἀνθρώποις θεάσῃ, οὐδὲ πλουσιωτέραν ἄλλην πόλιν. Ὅτου αἱ ὑψηλαὶ σκοπιαὶ φαίνονται τῆς Μακεδονίας Εἰδοθέας, τουτέστιν ἡ Φάρος ἡ κατ᾿ Ἀλεξάνδρειαν. Μετὰ ταύτην, ἤγουν τὴν Αἴγυπτον, ἐπὶ τὴν ἀνατολὴν περὶ τὸ Κάσιον ὄρος τὸ Πηλούσιόν ἐστι, πόλις ἀπὸ Πηλέως οὕτω λεγομένη, ἣν ἄνδρες κατοικοῦσιν ἐξόχως τὴν ναυτικὴν μεμαθηκότες. Οὗτοι δὲ οἱ Πηλουσιῶται οὐδαμῶς τῆς Λιβύης ἀλλὰ τῆς Ἀσίας ἔθνεσιν ἐναριθμοῦνται, ὡς ἔξω τῆς Αἰγύπτου καὶ τοῦ ἑπταστόμου Νείλου τὴν πόλιν οἰκοῦντες. Ἄλλοι δὲ πλεῖστοι τήνδε τὴν γῆν κατοικοῦσιν, οἱ μὲν ἐπὶ τῷ ὠκεανῷ, οἱ δὲ ἐν τοῖς μεσογείοις, οἱ δὲ περὶ τῆς μεγάλης καὶ πλατείας Τριτωνίδος λίμνης τὰ κύματα, ἥτις μέσον τῆς Λιβύης τὸν πλατὺν αὐτῆς κόλπον ἀμφέλκεται ἢ περισύρεται. Τοιαύτη μὲν τῆς Λιβύης ἡ μορφὴ καὶ τὸ σχῆμά ἐστιν. 270—280. Εἰ δὲ καὶ τῆς Εὐρώπης τὸν τύπον ἐθέλεις ἰδεῖν, οὐδαμῶς σε κρύψω κἀκεῖνον. Ὁ αὐτὸς δὲ ὁρισμός ἐστι τῆς Λιβύης, οἷον καὶ τῆς Εὐρώπης, ἄλλ᾿ οὗτος μὲν ἐπὶ τὰ ἀρκτῶα μέρη ἔστραπται, ὡς βορειοτέραν εἶναι τὴν Εὐρώπην, καὶ ἀντιπροσώπως τῷ αὐτῷ σχήματι τοσοῦτον ἐπὶ τὴν ἀνατολὴν πάλιν ἐπισύρεται, ὅσον καὶ ἡ πρὸς νότον ἀντικειμένη Λιβύη πρὸς ὅρον ἢ πέρας ἀνατολικὸν προχωρεῖ. Ἀμφότεραι δὲ, δηλονότι αἱ ἐκτάσεις τῆς Εὐρώπης καὶ τῆς Λιβύης, ἴσην ἔχουσι τὴν ἐσχάτην βάσιν ἐπὶ τὴν Ἀσίαν, ἡ μὲν πρὸς τὸν βορρᾶν, ἡ δὲ πρὸς τὸν νότον. Ἐὰν δὲ τὰς ἀμφοτέρας ταύτας, τήν τε Εὐρώπην καὶ τὴν Λιβύην, μίαν θείης γῆν, ὄντως κώνου σχῆμα ὑπάρχει, ὡς ἀμφοτέρων τῶν πλευρῶν ἴσων ὄντων· καὶ τὸ μὲν ὀξὺ τοῦ κώνου ἐστι πρὸς δύσιν, ὅθιν ἀποξύνεται ἥ τε Λιβύη καὶ ἡ Εὐρώπη, τὸ δὲ πλατὺ, ἤγουν ἡ βάσις, πρὸς ἀνατολὴν, τὸ μέσον ἢ κοινὸν μεθόριον πρὸς τῇ Ἀσίᾳ· τούτου χάριν τῶν ἀμφοτέρων ἠπείρων τὸν πόρον καὶ ἔκτασιν ἰδὼν ῥᾳδίως καὶ εὐκόλως καὶ τῆς Εὐρώπης πέρατα καὶ ὅρους καταλάβοις. 281—287. Ἧστινος Εὐρώπης τὴν ἐσχάτην γωνίαν πλησίον τῶν Ἡρακλεωτικῶν στηλῶν τῶν μεγαλοψύχων Ἰβήρων, ἤγουν Ἱσπανῶν, ἔθνη οἰκοῦσιν, ἐπὶ τὸ μῆκος τῆς ἠπείρου, ἤγουν χώρας, τετραμμένα· ὅπου τοῦ βορείου ὠκεανοῦ ψυχρὸς ῥοῦς κέχυται, ὅπου καὶ οἱ Βρετανοὶ καὶ τὰ λευκὰ ἢ καλὰ ἔθνη τῶν πολεμικῶν Γερμανῶν κατοικοῦσι παρεκτεινόμενα καὶ ἐφαπλούμενα ἐπὶ τὰς ἄκρας καὶ τὰς ἐξοχὰς τοῦ Ἑρκυνίο δρυμοῦ. Τὴν δὲ γῆν ἐκείνην, δηλονότι τὴν Ἰβηρίαν, τῷ σχήματι βοείῃ βύρσῃ ὁμοίαν εἶναι λέγουσιν. 283—301. Ἐπὶ τούτοις δὲ τοῖς Ἴβηρσι τὸ Πυρηναῖον ὄρος ἐστὶ καὶ τὰ οἰκήματα τῶν Κελτῶν, πλησίον τῶν πηγῶν τοῦ καλλιρρόου Ἠριδανοῦ, ἐφ᾿ οὗτινός ποτε ταῖς ἐκβολαῖς κατὰ τὴν ἔρημον νύκτα αἱ Ἡλιάδες ἐθρήνησαν κλαίουσαι τὸν Φαέθοντα, ἀδελφὸν αὐτῶν ὄντα. Ἐκεῖσε δὲ οἱ τῶν Κελτῶν παῖδες ἐπὶ ταῖς αἰγείροις καθεζόμενοι τοῦ χρυσαυγέος ἠλέκτρου δάκρυα ἢ ἀποσταλάγματα συλλέγουσι καὶ σωρεύουσιν. Μετὰ τοῦτον δὲ ἐφεξῆς ἡ τῶν Τυρρηνῶν χώρα ὑπάρχει. Πρὸς ταύτης δὲ τῆ ἀνατολῇ ἀναφαίνεται ἡ τῆς Ἄλπιος ὄρους ἀρχή. Ἐπὶ δὲ τὸ μέσον αὐτῆς, δηλονότι τῆς Ἄλπιος, σύρεται, ὃ ἔστι διέρχεται, τὰ ὕδατα τοῦ Ῥήνου ποταμοῦ, πρὸς τὸ ἔσχατον χεῦμα τοῦ βορείου ὠκεανοῦ, εἰς ἐκεῖνον γὰρ ἐκβάλλει. Ἐφεξῆς δὲ ἐπὶ τῷ Ῥήνῳ ἐπεκτείνεται, ἤγουν τὰς πηγὰς ἔχει, ὁ μέγας Ἴστρος, ὅστις ἐστὶν ὁ Δάνουβις, ἐπὶ τὴν ἀνατολὴν ἐστραμμένος, πλησίον τοῦ Εὐξείνου πόντου, εἰς ὃν πάντα τὸν ἀφρὸν τοῦ ὕδατος ἐρεύγεται ἢ ἐκβάλλει διὰ πέντε στομάτων, συστρεφόμενος περὶ τὴν Πεύκην νῆσον, ἣν ὁ Ἴστρος ἀποτελεῖ. 302—319. Ἐπὶ μὲν τὸ βόρειον αὐτοῦ μέρος πολλοὶ λίαν καὶ πάνυ ἐφαπλούμενα κέχυνται ἔθνη ἕως τοῦ στόματος τῆς Μαιώτιδος λίμνης, Γερμανοὶ, Σαρμάται, Γέται τε ὁμοῦ καὶ Βαστάρναι καὶ ἡ τῶν Λακῶν πολλὴ καὶ ἀπλήρωτος γῆ, καὶ οἱ ἄλκιμοι ἢ δυνατώτατοι Ἀλανοὶ καὶ οἱ Ταῦροι, οἵτινες ἐπὶ τὸν δεινὸν τοῦ Ἀχιλλέως δρόμον οἰκοῦσι, στενὸν ὁμοῦ καὶ μακρὸν, καὶ ἐπ᾿ αὐτὸ τὸ στόμα τῆς λίμνης. Ὑπερράνω δὲ τούτων ἐκτέταται τῶν πολυΐππων Ἀγαυῶν τὸ ἔθνος, ὅπου οἱ Μελάγχλαινοι καὶ οἱ τοὺς ἵππους ἀμέλγοντες ἄνδρες, καὶ οἱ Νευροὶ οἱ ταχεῖς καὶ ἰσχυροὺς πόδας ἔχοντες καὶ οἱ Γελωνοὶ καὶ οἱ Ἀγάθυρσοι· ὅπου τοῦ Βορυσθένους ποταμοῦ τὸ ἐκτεταμένον ὕδωρ ἔμπροσθεν τοῦ Κριοῦ μετώπου τῷ Εὐξείνῳ πόντῳ μίσγεται, ὡς ἐκ γραμμῆς τινος ἢ κατὰ διάμετρον ἐξεναντίας τῶν Κυανέων ἤτοι Συμπληγάδων πετρῶν. Ἐκεῖθεν καὶ τοῦ Ἀλδήσκου καὶ τοῦ Παντικάπου ποταμῶν τὰ ὕδατα ἐν τοῖς Ῥιπαίοις ὄρεσι τῆς Σκυθίας κεχωρισμένα μετὰ ἤχου ῥέουσιν. Παρὰ δὲ ταῖς ἐκβολαῖς τούτων πλησίον τοῦ πεπηγότος Κρονίου ὠκεανοῦ, τῆς νεκρᾶς οὕτω καλουμένης θαλάσσης, ὁ ἤλεκτρος αὔξεται ὁ ἡδεῖαν καὶ καλὴν τὴν λαμπηδόνα ἔχων, οἷά τις αὐγή ἐστι σελήνης ἀρχομένης. Πλησίον δὲ ὑπὸ τοῖς ψυχροῖς Ἀγαθύρσοις καὶ τὸν λαμπρότατον ἴδοις ἀδάμαντα.