242—253. Τὸ μὲν οὖν σχῆμα τῆς Αἰγύπτου τρίγωνόν ἐστι, πρὸς τὰ βόρεια μέρη καὶ τὴν ἔσω θάλασσαν πλατύ, ἐπὶ δὲ ἀνατολὴν ὀξὺ καὶ μέχρι τῆς βαθεῖς κρημνοὺς ἢ καταράκτας ἐχούσης, ἤτοι ὑψηλῆς, Συήνης ἑλκόμενον, καὶ τοῖς ἀμφοτέροις ὄρεσι τῶν Αἰθιόπων καὶ Ἀράβων κύκλῳ ἀσφαλῶς περιεσκεπασμένον, ὑφ᾿ ὧντινων δρῶν τὰ ὕδατα τοῦ Νείλου, καλλίστου ποταμοῦ, κατέρχεται. Καὶ ταύτην μὲν τὴν Αἴγυπτον πολλοί τε καὶ εὐδαίμονες ἄνδρες ἔχουσιν· ὅσοι μὲν τὴν μεγαλόδοξον Θήβην κατοικοῦσι, πόλιν ἀρχαίαν, τὴν ἑκατὸν πύλας ἔχουσαν, ὅπου καὶ ὁ Μέμνων τὴν οἰκείαν μητέρα Ἠῶ, ὃ ἔστι τὴν ἡμέραν, ἀνατέλλουσαν ἀσπάζεται καὶ ὅσοι τὴν μεσόγειον ἑπτὰ πόλεις ἔχουσαν κατοικοῦσι, καὶ ὅσοι πρὸς τὰ νότια μέρη ἐπὶ τοῖς αἰγιαλοῖς τῆς θαλάσσης τὴν Αἰγυπτιακὴν παραλίαν ἕως τῆς Σερβωνίτιδος λίμνης κατοικοῦσιν. 254—269. Ταύτης οὖν τῆς Αἰγύπτου πρὸς μὲν τὸν ζέφυρον ἡ Μακεδονικὴ πόλις, τουτέστιν ἡ Ἀλεξάνδρεια, κεῖται, ὅπου τοῦ Σινωπίτου μεγάλου Διὸς ἱερὸν πολυτελεῖ καὶ πολυτιμήτῳ χρυσῷ κεκοσμημένον ἐστίν· οὐδαμῶς ἂν ἐκείνου θαυμασιώτερον ναὸν ἐν τοῖς ἀνθρώποις θεάσῃ, οὐδὲ πλουσιωτέραν ἄλλην πόλιν. Ὅτου αἱ ὑψηλαὶ σκοπιαὶ φαίνονται τῆς Μακεδονίας Εἰδοθέας, τουτέστιν ἡ Φάρος ἡ κατ᾿ Ἀλεξάνδρειαν. Μετὰ ταύτην, ἤγουν τὴν Αἴγυπτον, ἐπὶ τὴν ἀνατολὴν περὶ τὸ Κάσιον ὄρος τὸ Πηλούσιόν ἐστι, πόλις ἀπὸ Πηλέως οὕτω λεγομένη, ἣν ἄνδρες κατοικοῦσιν ἐξόχως τὴν ναυτικὴν μεμαθηκότες. Οὗτοι δὲ οἱ Πηλουσιῶται οὐδαμῶς τῆς Λιβύης ἀλλὰ τῆς Ἀσίας ἔθνεσιν ἐναριθμοῦνται, ὡς ἔξω τῆς Αἰγύπτου καὶ τοῦ ἑπταστόμου Νείλου τὴν πόλιν οἰκοῦντες. Ἄλλοι δὲ πλεῖστοι τήνδε τὴν γῆν κατοικοῦσιν, οἱ μὲν ἐπὶ τῷ ὠκεανῷ, οἱ δὲ ἐν τοῖς μεσογείοις, οἱ δὲ περὶ τῆς μεγάλης καὶ πλατείας Τριτωνίδος λίμνης τὰ κύματα, ἥτις μέσον τῆς Λιβύης τὸν πλατὺν αὐτῆς κόλπον ἀμφέλκεται ἢ περισύρεται. Τοιαύτη μὲν τῆς Λιβύης ἡ μορφὴ καὶ τὸ σχῆμά ἐστιν.