216—227. Ἑξῆς δὲ ἐπὶ τούτοις εἰσὶν οἱ Φαυρούσιοι, ὑπέρ ὧντινων γῆν οἱ Γαράμαντες πολλοὶ καὶ ἄπειροι κατοικοῦσιν. Ἐν δὲ τοῖς ἐνδοτάτοις μέρεσι τῆς ἠπείρου ἔσχατοι πάντων οἱ Αἰθίοπες οἰκοῦσιν ἐπ᾿ αὐτοῦ τοῦ ὠκεανοῦ, παρὰ τὰ κοιλώματα ἢ τὰ δάση καὶ ἕλη τῆς ἐσχάτης Κέρνης. Πρὸ τούτων τῶν προειρημένων Αἰθιόπων ἐξέχουσι τὰ ὑψηλὰ ὄρη τῶν αἰθαλέων Βλεμμύων, τουτέστι Μαύρων ἐθνῶν, ἤγουν Αἰθιόπων. Ἀπεκεῖθεν τοῦ εὐτραφεστάτου καὶ λιπαρωτάτου Νείλου τὰ ὕδατα κατέρχεται ὅστις δὴ ἀπὸ τῆς Λιβύης πολὺς, τουτέστι μέγας, ἤδη πρὸς ἀνατολὰς ῥέων Σῖρις ὑπὸ τῶν Αἰθιόπων καλεῖται, διὰ τὸ ἀνέρχεσθαι αὐτὸν τότε καὶ πλημμυρεῖν, ὅταν ἡ ἐπιτολὴ τοῦ ἄστρου, ἤτοι Σειρίου, γένηται. Οἱ δὲ τὴν Συήνην κατοικοῦντες μεταστρέψαντες τὸ ὄνομα αὐτοῦ Νεῖλον ἔθεντο. Ἀπὸ τούτων δὲ τῶν Βλεμμύων ἐπὶ τὰ ὄρεια μέρη ἄλλοθεν ἀλλαχόσε ἐκτεινόμενος διὰ ἑπτὰ ἐπισήμων καὶ περιψενῶν στομάτων (ἅτινά εἰσι ταῦτα· Ἡρακλεωτικόν, Βολβιτικόν, Σεβεννιτικόν, Μενδήσιον, Πηλουσιακόν, Κανωβικόν, Θερμουτιακόν Πηλούσιον, Κανωβικὸν ὃ καὶ Ἡρακλεωτικόν, Σεβεννιτικόν, Σαϊτικόν, Μενδήσιον, Βολβίτινον καὶ Βουβαστικόν ) ἐκπίπτει εἰς τὴν θάλασσαν, τὴν λιπαρὰν γῆν τῆς Αἰγύπτου τοῖς ὕδασι πιαίνων. 228—241. Οὐδεὶς γὰρ τῶν ἄλλων ποταμῶν τῷ Νείλῳ παραπλήσιος καὶ ὅμοιος τυγχάνει, οὐ μὲν κατὰ τὸ μέγεθος, ἀλλὰ κατὰ τὴν αὔξησιν καὶ τὴν ἄρδευσιν, οὔτε συρφετώδη χόρτον ἐπὶ γῆν βάλλειν, οὔτε πάλιν τον πλοῦτον τῆς γῆς ἐκείνης αὐξῆσαι. Ὅστις καὶ τὴν Λιβύην ἀπὸ τῆς Ἀσίας διαμερίζει ἢ ἀφορίζει, τὴν μὲν Λιβύην πρὸς Λίβα ἄνεμον, τὴν δὲ Ἀσίαν πρὸς ἀνατολὰς ἔχων. Παροικοῦσι δὲ τῷ Νείλῳ τῶν πλουσιών ἢ εὐκλεῶν Αἰγυπτίων γένος, οἵτινες καὶ πρῶτον τὰς τέχνας τοῦ βίου εὗρον, καὶ πρῶτοι τοῦ ἐπιθυμητοῦ ἀρότρου ἀπόπειραν ἐποιήσαντο, καὶ ὑπὲρ εὐθείας αὔλακος ἔσπειραν, πρῶτοι δὲ καὶ ταῖς γραμμαῖς καὶ τοῖς κύκλοις τὸν οὐρανὸν διεμέτρησαν, τὸν λοξὸν δρόμον τοῦ ἡλίου ἐν τῷ ζωδιακῷ τῷ νετ σκεψάμενοι καὶ βουλευσάμενοι. Καὶ τούτων δὲ τῶν Αἰγυπτίων τῆς χώρας τὰ πέρατα καὶ τὴν μορφὴν, ἤτοι εἶδος καὶ σχῆμα, λέξομαι. Οὐ γὰρ μικρᾶς καὶ αὐτὴ τιμῆς ἔτυχεν, ἀλλ᾿ οὐδὲ κατὰ τὸ μέγεθος ὀλίγη ὑπάρχει, μάλιστα δὲ τῶν ἄλλων εὐτραφεῖς καὶ καλοὺς λειμῶνας ἔχει καὶ κάλλιστα πάντα φύει.