201—204. Ἐκεῖ δὲ αὐξανομένου ἢ ἐγειρομένου τοῦ Τυρσηνικοῦ πελάγους καὶ τῆς θαλάσσης ἀναδιδομένης, ἄλλοτε μὲν πλημμυρὶς ἀνίσταται, ἄλλοτε δὲ ταῖς ξηραῖς ψάμμοις ἡ ἀναρρόφησις καὶ ἀναχώρησις ἐπιτρέχει, ὡς φαίνεσθαι αὐτὴν ὑποχωροῦσαν. Μέση δὲ ἢ ἀναμέσον ἀμφοτέρων Σύρτεων πόλις ἵσταται ἢ κεῖται Νεάπολις καθ᾿ Ἕλληνας καλουμένη, ἐφ᾿ ἧς ὑπεράνω οἱ Λωτοφάγοι κατοικοῦσιν, ἄνδρες φιλόξενοι γεγονότες. Ἐκεῖσε δήποτε πλανώμενος ὁ δόλια ἢ ὁ ποικίλα καὶ συνετὰ βουλευόμενος ἦλθεν Ὀδυσσεύς. 205—215. Περὶ δὲ τὴν χώραν ἐκείνην καὶ τῶν Νασαμώνων ἀνδρῶν τὰ οἰκήματα ἀφανισθέντα θεάσῃ, οὕστινας ἀσεβοῦντας καὶ μὴ φροντίζοντας τοῦ Διὸς ἡ τῶν Ῥωμαίων αἰχμὴ ἢ ὁ Ῥωμαϊκὸς πόλεμος ἀπώλεσεν. Ἐπὶ τούτοις δὲ οἱ Ἀσβύσται μεσόγειοι ἢ μέσην γῆν ἔχοντες ὑπάρχουσι, καὶ τοῦ Λιβυκοῦ θεοῦ τοῦ Ἄμμωνος ἱερὸν ἐν ἀμμώδει χώρᾳ, καὶ Κυρήνη πόλις ἵππους καλλίστους ἔχουσα, Λακεδαιμονίων ἀνδρῶν ἀποικία. Πλησίον δὲ τῆς Κυρήνης πρὸς τὴν Αἴγυπτον οἱ Μαρμαρίδαι εἰσίν. Ὑπεράνωθεν δὲ οἱ Γαιτοῦλοί εἰσι, καὶ πλησίον τῆς Γαιτούλων χώρας οἱ Νίγρητες κατοικοῦσιν.