<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg4174.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="17" corresp="urn:cts:greekLit:tlg0084.tlg001:170-173"><p>170—173. Ἀρτίως δὲ ἁπάσης τῆς ἠπείρου, ὃ ἔστι τῆς
γῆς, μορφὴν λέξω, ἵνα εὔφραστον αἴσθησιν καὶ εὐσύνοπτον
γνῶσιν καίπερ μὴ ἰδὼν ἔχῃς. Ἐκ τούτου γὰρ
τοῦ εἰδέναι σε τὰ τῆς γῆς σχήματα καὶ μέτρα παῤ
ἀνδρὶ μὴ γινώσκοντι καὶ ἀνεπιστήμονι ἢ μηδὲν εἰδότι
ἕκαστα φανεροποιῶν καὶ κατὰ μέρος καὶ ἁρμοδίως λέγων
ἐντιμότερος ἂν ὑπάρχοις καὶ αἰδοῦς καὶ ἐντροπῆς
ἄξιος.</p></div><div type="textpart" subtype="section" n="18" corresp="urn:cts:greekLit:tlg0084.tlg001:174-183"><p>174—183. Καὶ ἡ μὲν Λιβύη ἐκτεινομένη ἐπὶ τὸν νότον
πορεύεται, φημὶ δὲ ἐπὶ τὴν νοτίαν ἀνατολὴν, ἤτοι
χειμερινὴν, παραπλησία κατὰ τὸ εἶδος τραπεζίῳ,
σχήματι γεωμετρικῷ τετραπλεύρῳ, ἀπὸ Γαδείρων ἀρξαμένη,
ἤτοι τοῦ Ἡρακλεωτικοῦ πορθμοῦ, ὅπου ἡ
ἄκρα τῆς Λιβύης ὀξυνθεῖσα ἐκτείνεται μέχρι τοῦ ὠκεανοῦ.
Τὸν δὲ πλατύτερον αὐτῆς ὁρισμὸν τελειοῖ πλησίον
τῆς Ἀραβικῆς θαλάσσης, ὅπου τῶν ἑτέρων ἤτοι
τῶν ἄλλων Αἰθιόπων ἐστὶν ἡ γῆ. Ὧντινων Αἰθιόπων
ἐγγύς ἐστι καὶ ἡ τῶν Ἐρεμβῶν ἤτοι Τρωγλοδυτῶν
χώρα. Διὰ δὲ τὸ πολύχροον καὶ ποικίλον αὐτῆς οἱ
κατοικοῦντες ἐκεῖ ἄνδρες ὁμοίαν παρδάλει καλοῦσι
διψώδης γὰρ ὅλη καὶ κατάξηρός ἐστιν, ἔνθα κἀκεῖσι
μελαίναις φολίδεσι κατάστικτος, καὶ ὥσπερ λεπίσιν
ὑπὸ τῆς ξηρασίας πεποικιλμένη. <add>Καὶ γάρ ἐστι μελάγγεως
καὶ ψαμμώδης καὶ ἀργιλλώδης.</add> </p></div></div></body></text></TEI>