156—169. Ἐξ ἐκείνου δὲ ἴδοις ἂν καὶ διθάλασσον ὑπάρχοντα τὸν Πόντον, τῇ περιφερεία κυκλοτεροῦς τόξου νευρᾷ ὁμοιούμενον. Ἀλλὰ γένοιτο νευρᾶς σημεῖα τὰ δεξιὰ τοῦ Πόντου κατ᾿ εὐθεῖαν διαγραφέντα· μόνη δὲ τῆς διατυπώσεως ταύτης ἔξωθεν οὖσα καὶ ἐπὶ τὸν βορρᾶν ὁρῶσα ὑπάρχει ἡ Κάραμβις, ὁ δὲ ἀριστερὸς πόρος κεράτων ἔχει σημεῖον. Εἰς δισσὴν γὰρ συστροφὴν κέρασι τόξου ὁμοιούμενος συστρέφεται, τουτέστιν εἰς δύο μεγίστους κόλπους κυρτοῦται. Ὑπὲρ τοῦ Εὐξείνου πόντου πρὸς βορρᾶν τῆς Μαιώτιδος λίμνης ὕδατα ἐκκέχυται. Περὶ ταύτην οἱ Σκύθαι, πολλοὶ καὶ ἄπειροι ἄνδρες, κατοικοῦσι καλοῦσι δὲ ταύτην τὴν Μαιώτιδα λίμνην καὶ μητέρα τοῦ Πόντου· ἐκ ταύτης γὰρ διὰ Κιμμερίου βοσπόρου τὸ πολὺ καὶ ἄπειρον ὕδωρ ὀρθὸν διασύρεται καὶ εἰς τὸν Πόντον ἐκβάλλει. Παῤ ᾧτινι Κιμμερίῳ Βοσπόρῳ πολλοὶ Κιμμέριοι κατοικοῦσι πρὸς τὰ ἔσχατα καὶ κατώτατα μέρη τοῦ ὑψηλοῦ ὄρους Ταύρου. Τοιαύτη μὲν ἡ μορφὴ καὶ τὸ σχῆμα τῆς μελανιζούσης θαλάσσης τῆς καθ᾿ ἡμᾶς. 170—173. Ἀρτίως δὲ ἁπάσης τῆς ἠπείρου, ὃ ἔστι τῆς γῆς, μορφὴν λέξω, ἵνα εὔφραστον αἴσθησιν καὶ εὐσύνοπτον γνῶσιν καίπερ μὴ ἰδὼν ἔχῃς. Ἐκ τούτου γὰρ τοῦ εἰδέναι σε τὰ τῆς γῆς σχήματα καὶ μέτρα παῤ ἀνδρὶ μὴ γινώσκοντι καὶ ἀνεπιστήμονι ἢ μηδὲν εἰδότι ἕκαστα φανεροποιῶν καὶ κατὰ μέρος καὶ ἁρμοδίως λέγων ἐντιμότερος ἂν ὑπάρχοις καὶ αἰδοῦς καὶ ἐντροπῆς ἄξιος. 174—183. Καὶ ἡ μὲν Λιβύη ἐκτεινομένη ἐπὶ τὸν νότον πορεύεται, φημὶ δὲ ἐπὶ τὴν νοτίαν ἀνατολὴν, ἤτοι χειμερινὴν, παραπλησία κατὰ τὸ εἶδος τραπεζίῳ, σχήματι γεωμετρικῷ τετραπλεύρῳ, ἀπὸ Γαδείρων ἀρξαμένη, ἤτοι τοῦ Ἡρακλεωτικοῦ πορθμοῦ, ὅπου ἡ ἄκρα τῆς Λιβύης ὀξυνθεῖσα ἐκτείνεται μέχρι τοῦ ὠκεανοῦ. Τὸν δὲ πλατύτερον αὐτῆς ὁρισμὸν τελειοῖ πλησίον τῆς Ἀραβικῆς θαλάσσης, ὅπου τῶν ἑτέρων ἤτοι τῶν ἄλλων Αἰθιόπων ἐστὶν ἡ γῆ. Ὧντινων Αἰθιόπων ἐγγύς ἐστι καὶ ἡ τῶν Ἐρεμβῶν ἤτοι Τρωγλοδυτῶν χώρα. Διὰ δὲ τὸ πολύχροον καὶ ποικίλον αὐτῆς οἱ κατοικοῦντες ἐκεῖ ἄνδρες ὁμοίαν παρδάλει καλοῦσι διψώδης γὰρ ὅλη καὶ κατάξηρός ἐστιν, ἔνθα κἀκεῖσι μελαίναις φολίδεσι κατάστικτος, καὶ ὥσπερ λεπίσιν ὑπὸ τῆς ξηρασίας πεποικιλμένη. Καὶ γάρ ἐστι μελάγγεως καὶ ψαμμώδης καὶ ἀργιλλώδης. 184—194. Ἀλλ᾿ ἐπὶ μὲν τὴν ἐσχάτην γωνίαν τοῦ τετραπλεύρου ἐκείνου σχήματος τῆς Λιβύης ἐγγὺς τῶν Ἡρακλεωτικῶν στηλῶν οἱ Μαυρούσιοι κατοικοῦσιν. Ἐπὶ τούτοις δὲ τῶν Νομάδων τὰ πολλὰ ἔθνη παράκεινται, ὅπου οἱ Μασαισύλιοι καὶ οἱ ἄγριοι καὶ ἀνέστιοι Μασυλῆες σὺν τοῖς παισὶν αὐτῶν τὴν γῆν καὶ τὰς ὕλας βόσκονται, ζητοῦντες βίον ἀπρεπῆ καὶ κακὸν καὶ θηριώδη. Οὐ γὰρ ἐν πείρᾳ τοῦ ἀροτριᾶν ἐκεῖνοι γεγένηνται· ἐκείνοις οὐδαμῶς ποτε τῆς ἁμάξης ὁ τερπνὸς συρμὸς καὶ ἦχος ἀκούεται, οὐδὲ ὁ μυκηθμὸς τῶν βοῶν εἰς τὴν ἔπαυλιν ἐρχομένων, ἀλλ᾿ οὕτως ματαίως καθάπερ θῆρες ἐπὶ τὰ δρυοφόρα χωρία πορεύονται, ἄπειροι καὶ ἀμαθεῖς καὶ ἄμοιροι τῶν ἀμπέλων ἢ ἀμπελουργίας, καὶ τοῦ ἀμήτου, ἤτοι τοῦ θέρους, ἀνήκουστοι. 193—200. Ἐπὶ τούτοις ἡ Καρχηδὼν πολύευκτον ἢ εὐχαρῆ ὅρμον περιέχει, ἡ πρότερον μὲν οὖσα τῶν Φοινίκων, νῦν δὲ τῶν Λιβύων, ἣν δὴ μυθεύονται ῥινῷ βοὸς μετρηθῆναι. Ἐφεξῆς δὲ ἡ μικροτέρα Σύρτις τὸν ἄγαν ταχέα ῥεύματα ἔχοντα ὁλκὸν συστρέφει. Μετὰ ταύτην δὲ ἄλλη ἀπλήρωτος ἢ μεγίστη, εὐρυτέραις προχοαῖς καὶ μείζοσιν ἐκβολαῖς ὡς ὑπὸ βάρους τῶν κυ μάτων βαρυνομένη, πρὸς ἀνατολὰς σύρεται.