130—139. Ἐξ ἐκείνου οὖν τοῦ Ἰσσικοῦ κόλπου τῆς Παμφυλίας πάλιν ἐπὶ τὰ ἀρκτῶα μέρη συστραφεὶς βλέπε, ὦ ἀκροατά (πρὸς γὰρ ἐκεῖνον ὁ λόγος), καὶ τὸν τοῦ Αἰγαίου πελάγους πόρον· ὅπου τὸ κῦμα διαρρησσόμενον ταῖς διεσπαρμέναις νήσοις, αἵτινες ἐκ τοῦ σποράδην ἐν τῷ πελάγει κεῖσθαι Σποράδες καλοῦνται, ποιόν τινα ἦχον ἀποτελεῖ. Οὐδαμῶς γὰρ ἕτερός τις πόντος τῆς θαλάσσης ὅμοια καὶ παραπλήσια κύματα τοῦ Αἰγαίου ἐκείνου πελάγους αὔξει εἰς ὕψος ἀνεγείρων καὶ κτυπῶν καὶ ἀναβράζων. Τὸν δὲ ὅρον, ὃ ἔστι τὸ πέρας καὶ τὸν ὁρισμὸν αὐτοῦ, τὸ Αἰγαῖον πέλαγος ἔχει εἰς τὴν ἐσχάτην Τένεδον, ἢ ἕως τῆς Τενέδου, ἔχων ἐκ τῆς ἑτέρας πλευρᾶς τὴν Ἴμβρον νῆσον ὑπὸ τῆς Θρᾴκης. Ὅπου στενὸς καὶ ἐπιμήκης αὐλὼν ἢ πορθμὸς ἐκ τοῦ Αἰγαίου πελάγους πρὸς βορρᾶν συρόμενος ἕως τῆς Προποντίδος ἔρχεται ἁπάσης· λέγει δὲ τὸν Ἑλλήσποντον. Ὑπὲρ δὲ τῆς Προποντίδος πρὸς τὰ νότια πολλὰ καὶ ἄπειρα τῆς Ἀσίας ἔθνη ἐπεκτείνεται, μέγιστος γὰρ τῆς ἠπείρου, ὃ ἔστι τῆς γῆς, ἰσθμὸς ἐπέρχεται ἢ ἔκκειται. 140—145. Ἐπὶ τῇ Προποντίδι τοῦ Θρᾳκικοῦ Βοσπόρου ἐστὶ τὸ στόμα, ὅντινά ποτε Βόσπορον ἡ Ἰὼ τῇ βουλῇ τῆς Ἥρας, ὡς παῤ αὐτῆς ζηλοτυπηθεῖσα, εἰς βοῦν μεταβληθεῖσα ἐνήξατο, ἤτοι διῆλθε καὶ ἐπέρασεν. Ἐκεῖνος δὲ ὁ ἐν τῷ Βοσπόρῳ καὶ ἀναμεταξὺ Καλχηδόνος καὶ Βυζαντίου, ἢ τοῦ Κικονίου καὶ τοῦ Ἀνάπλου λεγομένου, στενότατος ὑπάρχει πορθμὸς, ὑπὲρ τοὺς ἄλλους δηλονότι πορθμοὺς οἵπερ εἰσὶ τῆς Εὐβοίας καὶ Σικελίας ὅπου ὁ μῦθος ἐν τῇ θαλάσσῃ τὰς τραχείας πλανωμένας πέτρας, τὰς Κυανέας καὶ Συμπληγάδας λεγομένας, ἐπ᾿ ἀλλήλαις μετὰ κτύπου πολλοῦ κινεῖσθαι.