1152—1166. Ὑπάρχει δὲ θαυμαστός τις καὶ τίμιος καὶ μέγας τόπος περὶ τὸν καλὰ ῥεύματα ἔχοντα Γάγγην, ὅν ποτε ὁ Βάκχος ὀργιζόμενος ἐπάτησεν, ὅτε αἱ ἁπαλαὶ καὶ τρυφεραὶ τῶν Βακχῶν νεβρῖδες εἰς ἀσπίδας ἠλλάσσοντο, οἱ δὲ θύρσοι εἰς σίδηρον, καὶ οἱ ἕλικες τῆς πολυκαμποῦς ἀμπέλου εἰς ἕλιγμα δρακόντων καὶ εἰς διαζώσματα, τότε ὅτε ταῖς ἀφροσύναις αὐτῶν τὴν ἑορτὴν τοῦ θεοῦ ἠτίμησαν. Τούτου χάριν τὴν μὲν ὁδὸν Νυσσαίαν ἐκάλεσαν, κοσμίως δὲ καὶ ἐπιστημόνως σὺν τοῖς υἱοῖς αὐτῶν πάντα ἐτέλεσαν τὰ μυστήρια, ὁπότε αὐτὸς τὰ ἔθνη τῶν μελάνων Ἰνδῶν ὤλεσε καὶ τῶν Ἠμωδῶν ὀρῶν ἐπέβη, ἀφ᾿ ὧντινων ὀρῶν βάσιν ὁ μέγας ῥοῦς τοῦ ἀνατολικοῦ ὠκεανοῦ φέρεται. Ἐκεῖσε δύο στήλας περὶ τὰ ἔσχατα τῆς γῆς στήσας χαίρων ἐπὶ τὸν Ἰσμηνὸν ποταμὸν, ἤτοι εἰς τὰς Θήβας, κατῆλθε. Τοσοῦτοι μὲν κατὰ τὴν γῆν μάλιστα ἐπίσημοι καὶ ἐπιφανεῖς ἄνδρες ὑπάρχουσιν. 1167—1185. Ἄλλοι δὲ πλεῖστοι ἔνθα κἀκεῖσε ἐπὶ τὰς ἠπείρους πλανῶνται, οὓς οὐκ ἄν τις τῶν θνητῶν φανερῶς καὶ διαδήλως εἴποι· μόνοι δὲ οἱ θεοὶ ῥᾳδίως καὶ εὐκόλως δύνανται πάντα. Αὐτοὶ γὰρ πρῶτοι τὰ τῆς γῆς θεμέλια οἱονεὶ ἐν τόρνῳ ἔθηκαν καὶ περιεγράψαντο, διὰ τὸ σφαιρικὸν τοῦ κόσμου, καὶ τὴν βαθεῖαν ὁδὸν τῆς ἀμετρήτου θαλάσσης ἐδήλωσαν, αὐτοὶ δὲ ἑδραῖα καὶ ἀσφαλῆ πάντα ἐν τῷ βίῳ διεσάφησαν, καὶ τὰ τοῦ οὐρανοῦ ἄστρα διακρίνοντες, τοῦ δὲ πόντου καὶ τῆς βαθείας ἠπείρου ἑκάστῳ ἀνθρώπῳ μοῖραν ἔχειν ἐκληρώσαντο. Διὰ τοῦτο καὶ ἑκάστη μοῖρα τῆς γῆς ἄλλην καὶ παρηλλαγμένην φύσιν καὶ θέσιν ἔλαχεν. Καὶ γὰρ ἡ μὲν λευκὴ καὶ ἀργιλλώδης ἐστὶν, ἡ δὲ μελανωτέρα, ἡ δὲ καὶ ἀμφοτέρων τὴν μορφὴν ἔλαχεν, ἡ δὲ ἄλλη τοῖς ἄνθεσι τῆς Ἀσσυρίης μίλτου ὁμοία καὶ παραπλησία, ἄλλαι δὲ ἑτεροεδεῖς· οὕτως γὰρ ὁ μέγας διανοησάμενος ἐσκέψατο Ζεὺς, οὕτω τοῖς ἀνθρώποις ἑτεροειδῆ πάντα κατεσκεύασεν. Ὑμεῖς δὲ. ὦ ἤπειροι καὶ αἱ ἐν τῇ θαλάσσῃ κείμεναι νῆσοι καὶ τὰ ὕδατα τοῦ ὠκεανοῦ καὶ τὰ μεγάλα τοῦ πόντου χεύματα καὶ οἱ ποταμοὶ καὶ αἱ κρῆναι καὶ τὰ βάσιμα ἢ κατάσκια καὶ δασέα ὄρη, χαίρετε. Ἄρτι γὰρ καὶ τὸ μέγα κῦμα τῆς θαλάσσης ἐπέδραμον, ἄρτι δὲ τὸν πολλὰς ἔχοντα στροφὰς πόρον τῆς ἠπείρου· ὧντινων ποιημάτων ἕνεκα ἐκ τῶν μακαρίων καὶ ἀθανάτων θεῶν ἡ ἀνταπόδοσις ἀνταξία ἐμοὶ γένοιτο.