103—111. Ὑπεράνω δὲ τῆς Σικελικῆς γῆς ὁ Λιβυκὸς πόντος τὸ κῦμα κορύσσων καὶ αὔξων ἕλκεται ἔσω Λιβύης εἰς κόλπον μέγιστον, ἤτοι τὴν ἑτέραν Σύρτιν, τουτέστι τὴν νοτίαν, συστρέφων, ἥντινα καὶ μείζονα λέγουσιν. Ἡ δὲ ἄλλη μικρὸν ἔχει τὸν πόρον, οὐ τοσοῦτον εἰσέχουσα, καὶ δυτικωτέρα τυγχάνουσα, τὴν πλημμυρίδα τοῦ πόντου τοῦ Σαρδώου καὶ Τυρσηνικοῦ πόρρωθεν ἐρχομένην δέχεται. Οὕτως μὲν οὗτοι, ὅ τε τῆς μεγάλης Σύρτιδος καὶ τῆς μικρᾶς δηλονότι, οἱ κόλποι συστρέφονται καὶ βοῶσιν. Ἀπὸ δὲ τῶν Σικελικῶν ὀρῶν, οἱονεὶ πλέουσιν ἐκ Σικελίας, διὰ τὸ μηκέτι φαίνεσθαι τὰ τῆς Σικελίας ὄρη, τὸ μακρὸν τῆς Κρήτης ἐπὶ τὴν ἀνατολὴν διαδέχεται πέλαγος, μέχρι τῆς Σαλμωνίδος ἄκρης, ἥντινα τὸ ἀνατολικώτερον τῆς Κρήτης ἀκρωτήριον λέγουσιν εἶναι, τὸ δὲ Κριοῦ μέτωπον τὸ δυτικώτερον. 112—129. Δύο δὲ ἐφεξῆς προσωτέρω πυκνοῦνται, ὃ ἔστιν αὔξονται καὶ εἰς ὕψος αἴρονται, πελάγη, ὑπὸ τῆς τοῦ Θρᾳκικοῦ βορρᾶ ἐλαυνόμενα πνοῆς, ὀρθοῦ φυσῶντος αὐτοῦ, ἐπειδὴ ἐξεναντίας κεῖται αὐτῶν. Τὴν δὲ πρώτην τῶν δύο θαλασσῶν Φαρίαν, ἤτοι Αἰγυπτίαν, καλοῦσιν, ἐπὶ τὴν ἐσχάτην ἐξοχὴν ἐκτεινομένην τοῦ Κασίου ὄρους, ὃ ἔστιν ὑπὲρ τὸ Πηλούσιον πρὸς τῇ Σερβωνίδι λίμνῃ. Τὴν δὲ ἑτέραν Σιδωνίαν, ἤτοι Φοινικίαν, λέγουσιν, ὅπου ὁ Ἰσσικὸς ἄπειρος ἢ μέγιστος κόλπος συρόμενος ἐπὶ τὸν βορρᾶν ἐς μυχὸν γαίης, ἤτοι ἐπὶ τὴν ἐξοχὴν τῆς γῆς ἢ ἐπὶ τὴν παραλίαν, μέχρι τῆς Ἰσσοῦ πόλεως τὴν τῶν Κιλίκων χώραν παραμείβων διέρχεται, οὐ πόρρωθεν μὲν κατὰ τὰ ἄνω μέρη ὢν ἰσόδρομος, οὐδὲ διόλου ἐπὶ τὸν βορρᾶν ἐπ᾿ εὐθείας φερόμενος· πλησίον γὰρ τῆς τῶν Κιλίκων γῆς καμπῇ μελαγγείῳ, ἤτοι τῇ μελαίνῃ αὐτοῦ συστροφῇ, ἀποπαύεται. Ὅταν γὰρ τῆ Κιλικίᾳ ἐπιβάλῃ, πάλιν ἐπὶ δύσιν ἀναχωρεῖ, καὶ τὴν στροφὴν ἐκεῖ ποιησάμενος ἐπὶ τὸν ζέφυρον ἐκπτύει τὴν θάλασσαν. Ἐπεὶ μὴ κατ᾿ εὐθὺ φέρεται, διὸ καὶ κατὰ τὴν ἕρπυσιν δράκοντι ἀπεικάζεται. Καθάπερ γὰρ δράκων καταπληκτικοὺς ὀφθαλμοὺς ἔχων σκολιὸς καὶ βραδὺς συρόμενος συστρέφεται, ὑπὸ δὲ τούτου ἐρχομένου ἡ τοῦ ὄρους ἄκρα πᾶσα βαρύνεται, οὕτω καὶ ἐκεῖνος ὁ Ἰσσικὸς κόλπος ὑπὸ ταῖς προχύσεσι βαρυνόμενος πολύχυτος ἐν τῇ θαλάσσῃ ἔνθα κἀκεῖσε συστρέφεται. Ἐπὶ τούτου μὲν τοῦ Ἰσσικοῦ κόλπου προχύσεσιν οἱ Παμφύλιοι κατοικοῦσιν, ἕως ἐπὶ τῶν Χελιδονίων νήσων Παμφυλίας, αἵτινές εἶσι Μελανίππαι, Γάγαι καὶ Κορύθαλαι . Σημεῖον δὲ καὶ πέρας ὁ Ἰσσικὸς κόλπος πρὸς τὸν ζέφυρον ἢ κατὰ τὴν δύσιν πόρρωθεν τὰ Πάταρα ἔχει, καὶ τοῦτο τὸ τέλος τοῦ Σιδονίου πελάγους. 130—139. Ἐξ ἐκείνου οὖν τοῦ Ἰσσικοῦ κόλπου τῆς Παμφυλίας πάλιν ἐπὶ τὰ ἀρκτῶα μέρη συστραφεὶς βλέπε, ὦ ἀκροατά (πρὸς γὰρ ἐκεῖνον ὁ λόγος), καὶ τὸν τοῦ Αἰγαίου πελάγους πόρον· ὅπου τὸ κῦμα διαρρησσόμενον ταῖς διεσπαρμέναις νήσοις, αἵτινες ἐκ τοῦ σποράδην ἐν τῷ πελάγει κεῖσθαι Σποράδες καλοῦνται, ποιόν τινα ἦχον ἀποτελεῖ. Οὐδαμῶς γὰρ ἕτερός τις πόντος τῆς θαλάσσης ὅμοια καὶ παραπλήσια κύματα τοῦ Αἰγαίου ἐκείνου πελάγους αὔξει εἰς ὕψος ἀνεγείρων καὶ κτυπῶν καὶ ἀναβράζων. Τὸν δὲ ὅρον, ὃ ἔστι τὸ πέρας καὶ τὸν ὁρισμὸν αὐτοῦ, τὸ Αἰγαῖον πέλαγος ἔχει εἰς τὴν ἐσχάτην Τένεδον, ἢ ἕως τῆς Τενέδου, ἔχων ἐκ τῆς ἑτέρας πλευρᾶς τὴν Ἴμβρον νῆσον ὑπὸ τῆς Θρᾴκης. Ὅπου στενὸς καὶ ἐπιμήκης αὐλὼν ἢ πορθμὸς ἐκ τοῦ Αἰγαίου πελάγους πρὸς βορρᾶν συρόμενος ἕως τῆς Προποντίδος ἔρχεται ἁπάσης· λέγει δὲ τὸν Ἑλλήσποντον. Ὑπὲρ δὲ τῆς Προποντίδος πρὸς τὰ νότια πολλὰ καὶ ἄπειρα τῆς Ἀσίας ἔθνη ἐπεκτείνεται, μέγιστος γὰρ τῆς ἠπείρου, ὃ ἔστι τῆς γῆς, ἰσθμὸς ἐπέρχεται ἢ ἔκκειται. 140—145. Ἐπὶ τῇ Προποντίδι τοῦ Θρᾳκικοῦ Βοσπόρου ἐστὶ τὸ στόμα, ὅντινά ποτε Βόσπορον ἡ Ἰὼ τῇ βουλῇ τῆς Ἥρας, ὡς παῤ αὐτῆς ζηλοτυπηθεῖσα, εἰς βοῦν μεταβληθεῖσα ἐνήξατο, ἤτοι διῆλθε καὶ ἐπέρασεν. Ἐκεῖνος δὲ ὁ ἐν τῷ Βοσπόρῳ καὶ ἀναμεταξὺ Καλχηδόνος καὶ Βυζαντίου, ἢ τοῦ Κικονίου καὶ τοῦ Ἀνάπλου λεγομένου, στενότατος ὑπάρχει πορθμὸς, ὑπὲρ τοὺς ἄλλους δηλονότι πορθμοὺς οἵπερ εἰσὶ τῆς Εὐβοίας καὶ Σικελίας ὅπου ὁ μῦθος ἐν τῇ θαλάσσῃ τὰς τραχείας πλανωμένας πέτρας, τὰς Κυανέας καὶ Συμπληγάδας λεγομένας, ἐπ᾿ ἀλλήλαις μετὰ κτύπου πολλοῦ κινεῖσθαι. 146—155. Ἐκ τούτου δὲ τοῦ Βοσπόρου ἀνοιγόμενος ὁ Εὔξεινος πόντος παραπέπταται, μέγιστος ὢν καὶ σύρων ἐπὶ τὸ ἐσώτερον μέρος πρὸς τὰς ἀνατολάς. Τούτου δὲ τοῦ πόντου ἀεὶ μὲν καὶ διαπαντὸς λοξαὶ ὁδοὶ ἐπιτρέχουσι, πρὸς βορρᾶν καὶ ἀνατολὰς τὴν φορὰν καὶ ἀνάνευσιν ποιούμεναι, τουτέστι πρὸς Κιμμέριον Βόσπορον καὶ τὴν τῶν Κόλχων χώραν καὶ Φᾶσιν ποταμόν. Μέσαι δ᾿ ἔνθα κἀκεῖσε δύο ὑψηλαὶ ἄκραι εἰς τὸν πόντον ἔκκεινται, ὧν ἡ μὲν πρὸς νότον τῆς Ἀσίας, ἥντινα Κάραμβιν καλοῦσιν· ἡ δὲ ὡς πρὸς βορρᾶν ἔγκειται ὑπὲράνω τῆς Εὐρωπείας γῆς, ἥντινα οἱ περίοικοι καὶ Κριοῦ καλοῦσο μέτωπον, ἔστι δὲ τῆς Ταυρικῆς χερρονήσου. Αἵτινες ἄκραι ἐναντίαι ἀλλήλαις συνέρχονται, οὐδαμῶς οὖσαι πλησίον ἀλλήλων, ἀλλ᾿ ὁπόσον ἐστὶν ὁλκάδα ἢ ναῦν ἐπὶ τρεῖς ἡμέρας διαπερᾶσαι.