<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg4174.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="109" corresp="urn:cts:greekLit:tlg0084.tlg001:1128-1140"><p>1128—1140. Διανοούμενος δὲ σκόπει, ὅπως ἄν σοι καὶ
τὸ σχῆμα καὶ τοὺς ποταμοὺς εἴποιμι καὶ τὰ ὑψηλὰ ὄρη
καὶ τὰ ἔθνη αὐτῆς. Καὶ αὐτὴ μὲν ἡ Ἰνδία ἐπὶ ταῖς
τρισσαῖς πλευραῖς ἁπάσαις οὔσαις λοξαῖς ἥρμοσεν,
ὁμοιά τῷ εἴδει ῥόμβου· ἀλλὰ τὰ μὲν ἑσπέρια ὕδατα ὁ
Ἰνδὸς ποταμὸς γείτων ὑπάρχων διαχωρίζει, καὶ τὸ
κῦμα τῆς Ἐρυθρᾶς θαλάσσης τὸ νότιον, ὁ δὲ Γάγγης εἰς
τὴν ἀνατολὴν, καὶ ὁ Καύκασος τὰ ἀρκτῶα τοῦ οὐρανοῦ
μέρη. Καὶ ταύτην μὲν τὴν χώραν πολλοὶ καὶ πλούσιο
ἄνδρες κατοικοῦσιν, οὐχ ὁμώνυμοι οὐδ᾿  ὁμοῦ ὄντες,
ἀλλ᾿  ἀμφοτέρωθεν κεχωρισμένοι. Οἱ μὲν Δαρδανέες
ἔγγιστα τοῦ μεγίστου καὶ ἀπείρου Ἰνδοῦ ποταμοῦ, ὅθεν
ὁ Ὑδάσπης ναυσίπορος ποταμὸς τὸν Ἀκεσίνην ποταμὸν
ἀπὸ τῶν ὑψηλῶν σκοπέλων συρόμενον εἰσδέχεται. Ἐπὶ
τούτοις δὲ καὶ ὁ Κώφης ποταμὸς ὁ καλὰ συστρέμματα
ἔχων ἐπακολουθεῖ.</p></div><div type="textpart" subtype="section" n="110" corresp="urn:cts:greekLit:tlg0084.tlg001:1141-1151"><p>1141—1151. Μέσον δὲ τῶν ποταμῶν τούτων οἱ Σάβαι
κατοικοῦσι καὶ οἱ τοξίλοι, οἱονεὶ οἱ τοξικοὶ ἄνδρες, ἢ
οὕτω καλούμενοι Τοξίλοι· ἐφεξῆς δὲ καὶ οἱ Σκόδροι.
Ἐπακολουθεῖ δὲ καὶ τὰ ἄγρια ἢ βάρβαρα ἔθνη τῶν
Πευκανέων. Μετὰ τούτους δὲ οἱ τοῦ Διονύσου θέραποντες
Γαργαρίδαι κατοικοῦσιν, ὑπερβαλλόντως γὰρ
ἐκεῖνοι τὸν Διόνυσον τιμῶσιν· ὅπου τὴν ποικίλην τοῦ
χρυσοῦ γενεὰν ἢ τὸ μέταλλον τοῦ χρυσοῦ ὅ τε Ὕπανις
<add>ὃς ἐστι ποταμὸς τῆς Σκυθίας</add> καὶ ὁ θαυμαστὸς Μέγαρσος
φέρει, πλουσιώτατοι γὰρ ἐκεῖνοι τῶν ποταμῶν,
οἳ ἀπὸ τοῦ Ἠμωδοῦ ὄρους διεγειρόμενοι ἐπὶ τὴν Γαγγήτιδα
χώραν προρρέουσι, συρομένην πρὸς νότον περὶ
τὰ ἔσχατα τῆς Κωλίδος γῆς <add>ἥ ἐστι νῆσος ὅπου ἡ
Ἀφροδίτη τιμᾶται</add>· Καὶ αὐτὴ μὲν ἐπὶ τὸν βαθέα
συστρέμματα ἔχοντα ὠκεανὸν ὑψηλὴ προνένευκε, τοῖς
ταχέσιν ὀρνέοις δυσέκβατος οὖσα διὰ τοῦτο καὶ οἱ ἄνθρωποι
Ἄορνιν αὐτὴν καλοῦσιν ἢ ἐπιδοξάζουσιν, ὡς
μὴ ἔχουσαν ὄρνιν διὰ τὸ ὕψος.</p></div></div></body></text></TEI>