1128—1140. Διανοούμενος δὲ σκόπει, ὅπως ἄν σοι καὶ τὸ σχῆμα καὶ τοὺς ποταμοὺς εἴποιμι καὶ τὰ ὑψηλὰ ὄρη καὶ τὰ ἔθνη αὐτῆς. Καὶ αὐτὴ μὲν ἡ Ἰνδία ἐπὶ ταῖς τρισσαῖς πλευραῖς ἁπάσαις οὔσαις λοξαῖς ἥρμοσεν, ὁμοιά τῷ εἴδει ῥόμβου· ἀλλὰ τὰ μὲν ἑσπέρια ὕδατα ὁ Ἰνδὸς ποταμὸς γείτων ὑπάρχων διαχωρίζει, καὶ τὸ κῦμα τῆς Ἐρυθρᾶς θαλάσσης τὸ νότιον, ὁ δὲ Γάγγης εἰς τὴν ἀνατολὴν, καὶ ὁ Καύκασος τὰ ἀρκτῶα τοῦ οὐρανοῦ μέρη. Καὶ ταύτην μὲν τὴν χώραν πολλοὶ καὶ πλούσιο ἄνδρες κατοικοῦσιν, οὐχ ὁμώνυμοι οὐδ᾿ ὁμοῦ ὄντες, ἀλλ᾿ ἀμφοτέρωθεν κεχωρισμένοι. Οἱ μὲν Δαρδανέες ἔγγιστα τοῦ μεγίστου καὶ ἀπείρου Ἰνδοῦ ποταμοῦ, ὅθεν ὁ Ὑδάσπης ναυσίπορος ποταμὸς τὸν Ἀκεσίνην ποταμὸν ἀπὸ τῶν ὑψηλῶν σκοπέλων συρόμενον εἰσδέχεται. Ἐπὶ τούτοις δὲ καὶ ὁ Κώφης ποταμὸς ὁ καλὰ συστρέμματα ἔχων ἐπακολουθεῖ. 1141—1151. Μέσον δὲ τῶν ποταμῶν τούτων οἱ Σάβαι κατοικοῦσι καὶ οἱ τοξίλοι, οἱονεὶ οἱ τοξικοὶ ἄνδρες, ἢ οὕτω καλούμενοι Τοξίλοι· ἐφεξῆς δὲ καὶ οἱ Σκόδροι. Ἐπακολουθεῖ δὲ καὶ τὰ ἄγρια ἢ βάρβαρα ἔθνη τῶν Πευκανέων. Μετὰ τούτους δὲ οἱ τοῦ Διονύσου θέραποντες Γαργαρίδαι κατοικοῦσιν, ὑπερβαλλόντως γὰρ ἐκεῖνοι τὸν Διόνυσον τιμῶσιν· ὅπου τὴν ποικίλην τοῦ χρυσοῦ γενεὰν ἢ τὸ μέταλλον τοῦ χρυσοῦ ὅ τε Ὕπανις ὃς ἐστι ποταμὸς τῆς Σκυθίας καὶ ὁ θαυμαστὸς Μέγαρσος φέρει, πλουσιώτατοι γὰρ ἐκεῖνοι τῶν ποταμῶν, οἳ ἀπὸ τοῦ Ἠμωδοῦ ὄρους διεγειρόμενοι ἐπὶ τὴν Γαγγήτιδα χώραν προρρέουσι, συρομένην πρὸς νότον περὶ τὰ ἔσχατα τῆς Κωλίδος γῆς ἥ ἐστι νῆσος ὅπου ἡ Ἀφροδίτη τιμᾶται · Καὶ αὐτὴ μὲν ἐπὶ τὸν βαθέα συστρέμματα ἔχοντα ὠκεανὸν ὑψηλὴ προνένευκε, τοῖς ταχέσιν ὀρνέοις δυσέκβατος οὖσα διὰ τοῦτο καὶ οἱ ἄνθρωποι Ἄορνιν αὐτὴν καλοῦσιν ἢ ἐπιδοξάζουσιν, ὡς μὴ ἔχουσαν ὄρνιν διὰ τὸ ὕψος.