1107—1113. Πρὸς ἀνατολὰς ὃ ἡ τῶν Ἰνδῶν ἐπέραστος γῆ ἐκτείνεται πασῶν ἐσχάτη περὶ τὰ χείλη, ἤτοι τὸν αἰγιαλὸν, τοῦ ὠκεανοῦ, καθ᾿ ἣν ὁ ἥλιος ἐπὶ τὰ τῶν θεῶν καὶ ἀνθρώπων ἔργα ἀνερχόμενος, τουτέστιν ἀνατέλλων, πρώταις ἀκτῖσιν ἐπιλάμπει. Διὰ τοῦτο οἱ τὴν χώραν ἐκείνην κατοικοῦντες τὰ σώματα μελαίνονται, λίαν πιαινόμενοι, εὐτραφεῖς δὲ τρίχας ὁμοίας τῷ ὑακίνθῳ ἐπὶ ταῖς κεφαλαῖς αὐτῶν φέρουσι. 1114—1127. Τῶν Ἰνδῶν δὲ οἱ μὲν τοῦ χρυσοῦ μέταλλα ἐργάζονται, εὐκαμπέσι μακέλλαις τὴν γῆν σκάπτοντες, οἱ δὲ τοὺς ἐκ τοῦ λίνου κατασκευασθέντας ἱστοὺς ὑφαίνουσιν, οἱ δὲ τοὺς λευκοὺς ὀδόντας τῶν ἐλεφάντων πρισθέντας ἀποξύουσιν, ἄλλοι δὲ ἐπὶ ταῖς προόδοις ἢ ἐκβολαῖς τῶν ξηροποτάμων ἢ τὴν γλαυκὸν λίθον τοῦ βηρύλλου ἢ τὸν τιμιώτατον καὶ διαυγῆ ἀδάμαντα ἰχνεύουσιν, ἢ τὴν χλωρῶς διαυγάζουσιν ἴασπιν, ἢ καὶ τὸν γλαυκὸν λίθον τοῦ θαλασσοειδοῦς τοπάζου, καὶ τὴν γλυκερὰν ἀμέθυστον ἡσύχως πως καὶ μετρίως πορφυρίζουσαν. Καὶ γὰρ παντοῖον πλοῦτον τοῖς ἀνδράσιν ἡ γῆ ἀενάοις ἢ τοῖς ἀεὶ ῥέουσι ποταμοῖς ἔνθα κἀκεῖσε κατάρρυτος αὔξει. Ἀληθῶς δὲ καὶ οἱ λειμῶνες, ἤτοι οἱ σπειρόμενοι τόποι, τοῖς φύλλοις ἀεὶ κομῶσιν, ἤτοι εὐθαλεῖς εἰσι· καὶ γὰρ ἀλλαχοῦ μὲν ἡ κέγχρος αὔξεται, ἀλλαχοῦ δὲ τοῦ ἐρυθραίου καλάμου, ὅπερ ἐστὶν εἶδος ἀρώματος, αἱ ὗλαι θάλλουσι· τὸ δὲ ἐρυθραίου ἢ ὅτι ἐρυθρὰν ἔχει τὸν χροιὰν, ἢ ὅτι πρὸς τῇ Ἐρυθρᾷ φαίνεται.