1086—1106. Πρὸς δὲ τὴν ἀνατολὴν τῶν Καρμανῶν ἡ τῶν Γεδρωσῶν χώρα ἐκτείνεται, πλησίον τοῦ ὠκεανοῦ τοῦ μεγάλα κήτη τρέφοντος. Ἐφ᾿ οἷστισιν ἔθνεσι πρὸς τὴν ἀνατολὴν παρὰ τὸν Ἰνδὸν ποταμὸν οἱ νότιοι Σκύθαι, οἱ καὶ Ἰνδοσκύθαι καλούμενοι, κατοικοῦσιν, ὅστις Ἰνδὸς κατεναντίον τῆς Ἐρυθρᾶς θαλάσσης κατέρχεται, ταχὺν ῥοῦν ὀρθὸν ἐπὶ νότον ἐλαύνων, ἀπὸ τοῦ ὑψηλοῦ ὄρους Καυκάσου πρῶτον ἀρξάμενος. Δύο δὲ στόματα αὐτοῦ ὑπάρχουσι, μέσην δέ τινα νῆσον τῶν δύο στομάτων περιρρεῖ, ἥντινα νῆσον Παταλήνην οἱ ἄνθρωποι καλοῦσιν. Ἐκεῖνος δὲ ὁ ποταμὸς πολλῶν ἀνδρῶν ἔθνη διαχωρίζει· καὶ μὲν ἐπὶ τὴν δύσιν τοῦ ἡλίου τούς τε Ὠρίτας καὶ Ἄραβας καὶ τοὺς λινᾶς χλαίνας ἔχοντας Ἀραχώτας καὶ τοὺς Σατραΐδας, καὶ ὅσους παρὰ τῇ ἐξοχῇ τοῦ Παρπανίσου ὄρους, οὓς πάντας ἑνὶ κοινῷ ὀνόματι Ἀριηνοὺς λέγουσιν. Οὐκ ἐπέραστον δὲ καὶ καλὴν κατοικοῦσι χώραν, ἀλλ᾿ ὑπὸ τῇ λεπτῇ ψάμμῳ καὶ τοῖς δασέσι θάμνοις πλήθουσαν· ἀλλ᾿ ὅμως ἐπαρκεῖς καὶ ἱκαναὶ τοῦ βίου τοῖς ἀνθρώποις εἰσὶν ὁδοὶ καὶ ἄλλαι πολλαὶ, ἄλλον δὲ πλοῦτον αὐτοῖς ἄφθαρτον κομίζει ἡ γῆ· πανταχοῦ γὰρ τοῦ ἐρυθροῦ κοραλίου ὁ λίθος ἐστὶ, πανταχοῦ δὲ ὑπὸ ταῖς πέτραις αἱ φλέβες ὠδίνουσι τὴν καλὴν πλάκα τῆς τε χρυσιζούσης καὶ τῆς κυανῆς σαπφείρου (δύο καὶ γάρ εἰσι γένη)· τούτους δὲ ἀποτέμνοντες τὴν ὠφέλειαν καὶ τὴν εὐπορίαν τῆς ζωῆς προσπρίζονται. 1107—1113. Πρὸς ἀνατολὰς ὃ ἡ τῶν Ἰνδῶν ἐπέραστος γῆ ἐκτείνεται πασῶν ἐσχάτη περὶ τὰ χείλη, ἤτοι τὸν αἰγιαλὸν, τοῦ ὠκεανοῦ, καθ᾿ ἣν ὁ ἥλιος ἐπὶ τὰ τῶν θεῶν καὶ ἀνθρώπων ἔργα ἀνερχόμενος, τουτέστιν ἀνατέλλων, πρώταις ἀκτῖσιν ἐπιλάμπει. Διὰ τοῦτο οἱ τὴν χώραν ἐκείνην κατοικοῦντες τὰ σώματα μελαίνονται, λίαν πιαινόμενοι, εὐτραφεῖς δὲ τρίχας ὁμοίας τῷ ὑακίνθῳ ἐπὶ ταῖς κεφαλαῖς αὐτῶν φέρουσι. 1114—1127. Τῶν Ἰνδῶν δὲ οἱ μὲν τοῦ χρυσοῦ μέταλλα ἐργάζονται, εὐκαμπέσι μακέλλαις τὴν γῆν σκάπτοντες, οἱ δὲ τοὺς ἐκ τοῦ λίνου κατασκευασθέντας ἱστοὺς ὑφαίνουσιν, οἱ δὲ τοὺς λευκοὺς ὀδόντας τῶν ἐλεφάντων πρισθέντας ἀποξύουσιν, ἄλλοι δὲ ἐπὶ ταῖς προόδοις ἢ ἐκβολαῖς τῶν ξηροποτάμων ἢ τὴν γλαυκὸν λίθον τοῦ βηρύλλου ἢ τὸν τιμιώτατον καὶ διαυγῆ ἀδάμαντα ἰχνεύουσιν, ἢ τὴν χλωρῶς διαυγάζουσιν ἴασπιν, ἢ καὶ τὸν γλαυκὸν λίθον τοῦ θαλασσοειδοῦς τοπάζου, καὶ τὴν γλυκερὰν ἀμέθυστον ἡσύχως πως καὶ μετρίως πορφυρίζουσαν. Καὶ γὰρ παντοῖον πλοῦτον τοῖς ἀνδράσιν ἡ γῆ ἀενάοις ἢ τοῖς ἀεὶ ῥέουσι ποταμοῖς ἔνθα κἀκεῖσε κατάρρυτος αὔξει. Ἀληθῶς δὲ καὶ οἱ λειμῶνες, ἤτοι οἱ σπειρόμενοι τόποι, τοῖς φύλλοις ἀεὶ κομῶσιν, ἤτοι εὐθαλεῖς εἰσι· καὶ γὰρ ἀλλαχοῦ μὲν ἡ κέγχρος αὔξεται, ἀλλαχοῦ δὲ τοῦ ἐρυθραίου καλάμου, ὅπερ ἐστὶν εἶδος ἀρώματος, αἱ ὗλαι θάλλουσι· τὸ δὲ ἐρυθραίου ἢ ὅτι ἐρυθρὰν ἔχει τὸν χροιὰν, ἢ ὅτι πρὸς τῇ Ἐρυθρᾷ φαίνεται. 1128—1140. Διανοούμενος δὲ σκόπει, ὅπως ἄν σοι καὶ τὸ σχῆμα καὶ τοὺς ποταμοὺς εἴποιμι καὶ τὰ ὑψηλὰ ὄρη καὶ τὰ ἔθνη αὐτῆς. Καὶ αὐτὴ μὲν ἡ Ἰνδία ἐπὶ ταῖς τρισσαῖς πλευραῖς ἁπάσαις οὔσαις λοξαῖς ἥρμοσεν, ὁμοιά τῷ εἴδει ῥόμβου· ἀλλὰ τὰ μὲν ἑσπέρια ὕδατα ὁ Ἰνδὸς ποταμὸς γείτων ὑπάρχων διαχωρίζει, καὶ τὸ κῦμα τῆς Ἐρυθρᾶς θαλάσσης τὸ νότιον, ὁ δὲ Γάγγης εἰς τὴν ἀνατολὴν, καὶ ὁ Καύκασος τὰ ἀρκτῶα τοῦ οὐρανοῦ μέρη. Καὶ ταύτην μὲν τὴν χώραν πολλοὶ καὶ πλούσιο ἄνδρες κατοικοῦσιν, οὐχ ὁμώνυμοι οὐδ᾿ ὁμοῦ ὄντες, ἀλλ᾿ ἀμφοτέρωθεν κεχωρισμένοι. Οἱ μὲν Δαρδανέες ἔγγιστα τοῦ μεγίστου καὶ ἀπείρου Ἰνδοῦ ποταμοῦ, ὅθεν ὁ Ὑδάσπης ναυσίπορος ποταμὸς τὸν Ἀκεσίνην ποταμὸν ἀπὸ τῶν ὑψηλῶν σκοπέλων συρόμενον εἰσδέχεται. Ἐπὶ τούτοις δὲ καὶ ὁ Κώφης ποταμὸς ὁ καλὰ συστρέμματα ἔχων ἐπακολουθεῖ. 1141—1151. Μέσον δὲ τῶν ποταμῶν τούτων οἱ Σάβαι κατοικοῦσι καὶ οἱ τοξίλοι, οἱονεὶ οἱ τοξικοὶ ἄνδρες, ἢ οὕτω καλούμενοι Τοξίλοι· ἐφεξῆς δὲ καὶ οἱ Σκόδροι. Ἐπακολουθεῖ δὲ καὶ τὰ ἄγρια ἢ βάρβαρα ἔθνη τῶν Πευκανέων. Μετὰ τούτους δὲ οἱ τοῦ Διονύσου θέραποντες Γαργαρίδαι κατοικοῦσιν, ὑπερβαλλόντως γὰρ ἐκεῖνοι τὸν Διόνυσον τιμῶσιν· ὅπου τὴν ποικίλην τοῦ χρυσοῦ γενεὰν ἢ τὸ μέταλλον τοῦ χρυσοῦ ὅ τε Ὕπανις ὃς ἐστι ποταμὸς τῆς Σκυθίας καὶ ὁ θαυμαστὸς Μέγαρσος φέρει, πλουσιώτατοι γὰρ ἐκεῖνοι τῶν ποταμῶν, οἳ ἀπὸ τοῦ Ἠμωδοῦ ὄρους διεγειρόμενοι ἐπὶ τὴν Γαγγήτιδα χώραν προρρέουσι, συρομένην πρὸς νότον περὶ τὰ ἔσχατα τῆς Κωλίδος γῆς ἥ ἐστι νῆσος ὅπου ἡ Ἀφροδίτη τιμᾶται · Καὶ αὐτὴ μὲν ἐπὶ τὸν βαθέα συστρέμματα ἔχοντα ὠκεανὸν ὑψηλὴ προνένευκε, τοῖς ταχέσιν ὀρνέοις δυσέκβατος οὖσα διὰ τοῦτο καὶ οἱ ἄνθρωποι Ἄορνιν αὐτὴν καλοῦσιν ἢ ἐπιδοξάζουσιν, ὡς μὴ ἔχουσαν ὄρνιν διὰ τὸ ὕψος.