1053—1062. Ἐὰν δέ σε ἐπιθυμία καταλαμβάνῃ καὶ ἐπικρατῇ καὶ τοὺς Πέρσας ἰδεῖν, σαφῶς ἄν σοι καὶ τούτων τὸ γένος προσείποιμι, καὶ τῶν ἀεὶ καὶ διαπαντὸς κατερχομένων ποταμῶν τὸν πόρον καὶ τὰς ὁδοὺς τῶν ὀρῶν. Μόνοι γὰρ τῆς Ἀσίας τὸ ἔθνος βασιλικώτατον ἔχουσι, καὶ μόνοι τὸν ἄπειρον πλοῦτον ἐν τοῖς οἴκοις αὐτῶν ἔθεντο, ὁπότε τὴν Μῃονίαν, ἥπερ ἐστὶν ἡ Λυδία, ἐπὶ Δαρείου καθελόντες καὶ τὰς Σάρδεις ἐπόρθησαν. Ἐπὶ τῷ σώματι μὲν ἐκείνων τῶν ἀνδρῶν τὰ ὅπλα χρυσᾶ, χρύσειοι δὲ καὶ οἱ χαλινοὶ τοῖς ἵπποις αὐτῶν ἐπὶ στόμασι, χρυσᾶ δὲ καὶ τοῖς ποσὶ τὰ ἑαυτῶν ὑποδήματα ἐκάλλυναν· τοσοῦτος γὰρ ἦν αὐτοῖς ἄπειρος πλοῦτος. 1063—1079. Ἔστω δέ σοι ὅλη ἡ Περσὶς χώρα τοῖς μεγάλοις ὄρεσι περίδρομος, ἐπὶ τὸ νοτιώτερον μέρος τῶν Κασπίων πυλῶν τὴν ἔκτασιν ἔχουσα, ἑλκομένη ἕως τῆς ὁμωνύμου, τουτέστι τῆς Περσικῆς, θαλάσσης. Τριχῶς δὲ κατοικοῦσι καὶ κεχωρισμένως, οἱ μὲν ἐπὶ τὰ ἀρκτῶα μέρη πρὸς τοῖς σκιεροῖς καὶ δασέσιν ὄρεσι τῶν Μήδων καθήμενοι, οἱ δὲ μεσόγειοι, οἱ δὲ ἐπὶ τὰ νότια μέρη μέχρι τῆς Περσικῆς θαλάσσης. Πρῶτα δὲ ἔθνη εἰσὶν οἱ Σάβαι, μετὰ τούτους δὲ οἱ Πασαργάδαι, πλησίον δὲ οἱ Τασκοὶ, καὶ ἄλλοι, οἵτινες ἑκατέρωθεν τὴν Περσίδα γῆν κατοικοῦσι. Καὶ ταύτην μὲν πολλοὶ ποταμοὶ ἄρδουσι καὶ περισσῶς πιαίνουσιν, ἔνθα κἀκεῖσε ταῖς σκολιαῖς προχύσεσιν ἐλαυνόμενοι· χωρὶς μέν ἐστιν ὁ μέγας Κόρος, χωρὶς δὲ ὁ Χόασπις, ὅς ἐστιν ἀπόρροια τοῦ Ἰνδοῦ ποταμοῦ, Ἰνδικὸν ὕδωρ ἕλκων καὶ τὴν τῶν Σούσων γῆν παραρρέων. Ἐπὶ τούτου δὲ πλευραῖς καθάπερ κύλινδρον ἐπὶ τὴν γῆν κείμενον τὸν ἡδὺν τῇ ὄψει θεάσῃ ἀχάτην, ὃν ἀπὸ τῆς πέτρας τοῦ χειμερίου ποταμοῦ αἱ χαράδραι, οἱονεὶ τὰ ἀπὸ τῶν ὄμβρων τῆς γῆς σχίσματα, κάτω σύρουσιν. Ἀεὶ δὲ καὶ διαπαντὸς τῷ χλιαρῷ ἀνέμῳ οἱ καρποὶ χαίροντες πυκνοὶ καὶ συνεχεῖς καὶ ἐπάλληλοι θάλλουσιν.