1017—1038. Ἀλλ᾿ ὁπόταν ἀπὸ τῶν Ἀρμενίων ὀρῶν ἔμπροσθεν εἰς ἀνατολὴν ὁδεύσῃς, μετὰ ταῦτα τῶν Μήδων τὰ στενὰ εὑρήσεις, ὅπου ἡ Μήδεια φυγοῦσα τὸν Θησέα ἔμεινεν. Ὧντινων τῶν Μηδικῶν ὀρῶν πρὸς τὸν βορρᾶν τὴν ἄγαν θάλλουσαν γῆν ἢ τὴν καλλίστην χώραν ἔχουσιν οἵ τε Γηλοὶ καὶ οἱ Μάρδοι καὶ οἱ Ἀτροπατηνοὶ ἄνδρες. Πρὸς δὲ τὸν νότον τῶν λαμπροτάτων Μήδων τὰ ἔθνη κατοικοῦσιν, ἐξ ἐκείνης τῆς μεγαλοδόξου γενεᾶς γεννηθέντα, τῆς ἀψόγου θυγατρὸς Αἰήτου, τουτέστι τῆς Μηδείας. Ἡνίκα γὰρ ἐπὶ τὸν ῥοῦν τοῦ Ἀττικοῦ ποταμοῦ Ἰλισσοῦ φάρμακα χαλεπὰ ἐβουλεύσατο τῷ Αἰγεῖ τῷ Πανδίονος παιδὶ, αἰδοῖ μὲν τὸν τόπον ἐκεῖνον κατέλιπεν, εἰς δὲ τὴν βαθεῖαν ταύτην χώραν, ὁμώνυμον αὐτῆς, πλανωμένη κατὰ τοὺς ἄνδρας ἢ ἀνθρώπους τούτους παραγίνεται, οὐ πόρρω μὲν τῆς γῆς τῶν Κόλχων, εἰς αὐτὴν δὲ τὴν τῶν Κόλχων χώραν ἱκέσθαι διὰ τὴν τοῦ πατρὸς ὀργὴν ἐφοβεῖτο. Τούτου χάριν εἰσέτι καὶ ἀρτίως πολυφάρμακοι ἄνδρες ὑπάρχουσι, χώραν μεγίστην καὶ ἄπειρον κατοικοῦντες, οἱ μὲν ἐπ᾿ αὐτὰς τὰς πέτρας, αἵτινες τὸν σκοτεινὸν ναρκισσίτην λίθον φύουσιν, οἱ δὲ ἐν τοῖς δασέσι καὶ ἐνύδροις καὶ κηπευσίμοις κατοικούμενοι τόποις, καλὰ ποίμνια βόσκοντες δαψιλῶς καὶ ἀφθόνως τοῖς μαλλοις καταβαρούμενα, τοσοῦτον ἐπὶ τὴν ἀνατολὴν τετραμμένοι μέχρι τῶν Κασπίων πυλῶν, αἵτινες πύλαι ὑπὸ βαθείας ἢ ὑψηλὰς πέτρας ἐν τάξει πυλῶν κλεῖδες τῆς Ἀσίας εἰσίν· ὅπου καὶ ἐπὶ τὰ βόρεια μέρη καὶ ἐπὶ τὰ νότια ἐρχομένοις ἢ πορευομένοις ἡ ὁδὸς ὁμοίως ἐκτέταται, ἡ μὲν πρὸς βορρᾶν ἐπὶ τὰ τῆς Ὑρκανίας, ἡ δὲ πρὸς νότον ἐπὶ τὰ ὄρη τῆς Περσίδος γῆς. 1039—1052. Ἀλλ᾿ ἐπὶ τὸ ἔσχατον τῶν Κασπίων πυλῶν οἱ πολεμικώτατοι καὶ ἐπικαμπῆ τόξα ἔχοντες Πάρθοι κατοικοῦσι τῶν πολεμικῶν ἔμπειροι· οὐ γὰρ τὴν γῆν τῷ ἀρότρῳ τέμνοντες τὴν αὔλακα ἐπ᾿ εὐθείας ὁρμῶσι, τουτεστιν οὐκ ἀροτριῶσι τὴν γῆν, οὐδὲ μετὰ νηῶν τὴν θάλασσαν ταῖς κώπαις διαχωρίζουσιν, ἤτοι τὴν θάλασσαν μετὰ νηῶν οὐ περῶσιν, οὐδὲ τοὺς βόας τοῖς βοσκήμασι τρέφουσιν· ἐκ μικρᾶς δὲ ἡλικίας καὶ ἐξ ἁπαλῶν ὀνύχων ἐν φροντίδι εἰσὶ τῶν ἱππικῶν καὶ τῶν τόξων, ἀεὶ δὲ ὁ κτύπος τῶν δοράτων καὶ τῶν βελῶν διὰ τὰ πολεμικὰ αὐτῶν γυμνάσια κατὰ τὴν γῆν ἐστι, πανταχοῦ δέ ἐστι καὶ ὁ δρόμος τῶν ταχυπόδων ἵππων ὁρμωμένων. Οὐδὲ γὰρ νόμος αὐτοῖς ἢ δίκαιόν ἐστι πρότερον τοῦ δείπνου γεύσασθαι, πρὸ τοῦ τὴν κεφαλὴν αὐτῶν τῇ τοῦ πολέμου κακοπαθείᾳ ἱδρῶτι λευκᾶναι, τῇ δὲ ἐξ ἀπωλείας ἢ ἁρπαγῆς καὶ δόρατος κληθείσῃ εὐωχίᾳ τρέφονται. Ἀλλ᾿ ὅμως, καίτοι ἀπροσπελάστους ὄντας κατὰ τὴν μάχην καὶ φοβεροὺς, ἡ τοῦ Αὐσονίων βασιλέως, τούτεστι τοῦ Νέρωνος, ἀκωκὴ ἢ ὀξύτης τοῦ δόρατος ἐταπείνωσεν. 1053—1062. Ἐὰν δέ σε ἐπιθυμία καταλαμβάνῃ καὶ ἐπικρατῇ καὶ τοὺς Πέρσας ἰδεῖν, σαφῶς ἄν σοι καὶ τούτων τὸ γένος προσείποιμι, καὶ τῶν ἀεὶ καὶ διαπαντὸς κατερχομένων ποταμῶν τὸν πόρον καὶ τὰς ὁδοὺς τῶν ὀρῶν. Μόνοι γὰρ τῆς Ἀσίας τὸ ἔθνος βασιλικώτατον ἔχουσι, καὶ μόνοι τὸν ἄπειρον πλοῦτον ἐν τοῖς οἴκοις αὐτῶν ἔθεντο, ὁπότε τὴν Μῃονίαν, ἥπερ ἐστὶν ἡ Λυδία, ἐπὶ Δαρείου καθελόντες καὶ τὰς Σάρδεις ἐπόρθησαν. Ἐπὶ τῷ σώματι μὲν ἐκείνων τῶν ἀνδρῶν τὰ ὅπλα χρυσᾶ, χρύσειοι δὲ καὶ οἱ χαλινοὶ τοῖς ἵπποις αὐτῶν ἐπὶ στόμασι, χρυσᾶ δὲ καὶ τοῖς ποσὶ τὰ ἑαυτῶν ὑποδήματα ἐκάλλυναν· τοσοῦτος γὰρ ἦν αὐτοῖς ἄπειρος πλοῦτος. 1063—1079. Ἔστω δέ σοι ὅλη ἡ Περσὶς χώρα τοῖς μεγάλοις ὄρεσι περίδρομος, ἐπὶ τὸ νοτιώτερον μέρος τῶν Κασπίων πυλῶν τὴν ἔκτασιν ἔχουσα, ἑλκομένη ἕως τῆς ὁμωνύμου, τουτέστι τῆς Περσικῆς, θαλάσσης. Τριχῶς δὲ κατοικοῦσι καὶ κεχωρισμένως, οἱ μὲν ἐπὶ τὰ ἀρκτῶα μέρη πρὸς τοῖς σκιεροῖς καὶ δασέσιν ὄρεσι τῶν Μήδων καθήμενοι, οἱ δὲ μεσόγειοι, οἱ δὲ ἐπὶ τὰ νότια μέρη μέχρι τῆς Περσικῆς θαλάσσης. Πρῶτα δὲ ἔθνη εἰσὶν οἱ Σάβαι, μετὰ τούτους δὲ οἱ Πασαργάδαι, πλησίον δὲ οἱ Τασκοὶ, καὶ ἄλλοι, οἵτινες ἑκατέρωθεν τὴν Περσίδα γῆν κατοικοῦσι. Καὶ ταύτην μὲν πολλοὶ ποταμοὶ ἄρδουσι καὶ περισσῶς πιαίνουσιν, ἔνθα κἀκεῖσε ταῖς σκολιαῖς προχύσεσιν ἐλαυνόμενοι· χωρὶς μέν ἐστιν ὁ μέγας Κόρος, χωρὶς δὲ ὁ Χόασπις, ὅς ἐστιν ἀπόρροια τοῦ Ἰνδοῦ ποταμοῦ, Ἰνδικὸν ὕδωρ ἕλκων καὶ τὴν τῶν Σούσων γῆν παραρρέων. Ἐπὶ τούτου δὲ πλευραῖς καθάπερ κύλινδρον ἐπὶ τὴν γῆν κείμενον τὸν ἡδὺν τῇ ὄψει θεάσῃ ἀχάτην, ὃν ἀπὸ τῆς πέτρας τοῦ χειμερίου ποταμοῦ αἱ χαράδραι, οἱονεὶ τὰ ἀπὸ τῶν ὄμβρων τῆς γῆς σχίσματα, κάτω σύρουσιν. Ἀεὶ δὲ καὶ διαπαντὸς τῷ χλιαρῷ ἀνέμῳ οἱ καρποὶ χαίροντες πυκνοὶ καὶ συνεχεῖς καὶ ἐπάλληλοι θάλλουσιν. 1080—1085. Διανοούμενος δὲ σκέπτου καὶ τὸν ὑπόλοιπον πόρον τῆς Ἀσίας ἐπὶ τὴν ἀνατολήν· καὶ γὰρ ἐγγὺς ἡ βάσις ἢ τὸ ἔσχατον πέρας τῆς ἠπείρου, ὃ ἔστι τῆς Ἀσίας, πληροῦται. Καὶ περὶ μὲν τὸ Περσικὸν ῥεῦμα τοῦ ὠκεανοῦ, ἤγουν τὸν Περσικὸν κόλπον, ὑπὸ τῷ ἀνατέλλοντι ἡλίῳ οἱ Καρμανοὶ κατοικοῦσι πλησίον τῆς Περσίδος, διχῶς μεμερισμένην γῆν ἔχοντες, οἱ μέν ὑπεράνωθεν τῆς θαλάσσης, οἱ δὲ ἔνδοθεν ἐν μεσογείᾳ. Καὶ ἡ μὲν βορεία Καρμανία ἔρημος, ἡ δὲ νοτία λιπαρά.