ΠΑΡΑΦΡΑΣΙΣ. 1—18. Τὰ περὶ τὴν γῆν καὶ τὸν μέγαν πόντον ᾄδειν ἀρχόμενος καὶ τοὺς ποταμοὺς καὶ τὰς πόλεις καὶ τῶν ἀνδρῶν τὰ διὰ πλῆθος κρίνεσθαι, εἴτουν διαχωρίζετθαι, μὴ δυνάμενα ἔθνη, πρῶτον τοῦ βαθυρρόου ὠκεανοῦ μνείαν ποιήσομαι. Καὶ γὰρ ἐν ἐκείνῳ, τῷ ἐκεανῷ δηλονότι, ἅπασα ἡ ἄπειρος γῆ ὡς νῆσος περιέχεται. Οὐ πᾶσα δὲ διόλου ὑπάρχει κυκλοτερὴς, ἀλλ᾿ ἀμφοτέρωθεν, ὃ ἔστι δι᾿ ἑκατέρου μέρους, πρὸς τὰς τοῦ ἡλίου ὁδοὺς πλατυτέρα προβαίνουσα καὶ προερχομένη, ἤτοι πρὸς ἀνατολὴν καὶ δύσιν, ὁμοία καὶ παραπλησία σφενδόνῃ. Μίαν δὲ αὐτὴν καίπερ ἐοῦσαν ἐν τρισσαῖς ἠπείροις οἱ ἄνθρωποι, ἀντὶ τοῦ εἰς τρία μέρη, διεῖλον. Πρώτην μὲν τὴν Λιβύην εἶπε, προέταξε δὲ ταύτην, διότι καὶ Λίβυς ἦν· μετὰ ταύτην δὲ τὴν Εὐρώπην καὶ Ἀσίαν. Ἀλλʼ ἢ μὲν Λιβύη ἄποθεν ἔχει τῆς Εὐρώπης τὸν ὅρον, τουτέστι τὸν χωρισμὸν, τά τε Γάδειρα καὶ τὸ στόμα τοῦ Νείλου, λοξὸν ἐν ταῖς γραμμαῖς, ὃ ἔστι ταῖς διατυπώσεσιν, ὡς κολποῦσθαι καὶ κυρτοειδῆ φαίνεσθαι, ὅπου βορειότατον ὑπάρχει τὸ ἔσχατον μέρος τῆς Αἰγύπτου, καὶ τὸ περίπυστον τέμενος, ὃ ἔστι τὸ ἐξάκουστον χωρίον, τοῦ Λακωνικοῦ Κανώβου. Τὴν δὲ Εὐρώπην καὶ Ἀσίαν ὁ Τάναϊς μέσον διαχωρίζει· Τάναϊς δὲ λέγεται διὰ τὸ τεταμένως ῥεῖν· ὅστις δὴ συστρεφόμενος ἐπὶ τὴν Σαυροματῶν γῆν σύρεται καὶ ἐπὶ τὴν Σκυθίαν καὶ ἐπὶ τὴν Μαιώτιδα λίμνην πρὸς βορρᾶν, ὡς μέχρι τοῦ Ἑλλησπόντου τὰ βόρεια αὐτοῦ ὁρίζοντος. Μεσούριον δὲ εἶπε τὸ μέσον ὅριον, οἱονεὶ διαχώρισμα· τοῦ γὰρ Ἑλλησπόντου νοτιώτερον. Τὸ δὲ νότιον μέρος Ἑλλήσποντός ἐστι. Σῆμα δέ, ὃ ἔστι διαχώρισμα, ὑπερτετάνυσται νοτιώτερον ἐπὶ τὸ Ἡρακλεωτικὸν στόμα. 19—26. Ἄλλοι δὲ πάλιν ταῖς ἠπείροις τὴν γῆν οὕτω διαχωρίζουσιν. Ἰσθμὸς ἄνω τετάνυσται ὑπέρτατος τῆς Ἀσιάδος γαίης, ἀναμεταξὺ τῆς Κασπίας θαλάσσης καὶ τοῦ Εὐξείνου πελάγους ἰσθμὸς δὲ λέγεται στενὴ γῆ μεταξὺ δύο θαλασσῶν· ἐκεῖνον δὲ τὸν ἰσθμὸν τῆς Ἀσίας καὶ τῆς Εὐρώπης ὅρον εἶπον. Ἄλλος δὲ πάλιν ἰσθμὸς μακρὸς καὶ μέγας ἐπὶ τὸν νότον σύρεται ἐπὶ τοῦ Ἀραβικοῦ κόλπου καὶ μεταξὺ τῆς Αἰγύπτου, ὅστις δὴ ἀπὸ τῆς Ἀσιάτιδος γῆς τὴν Λιβύηνχωρίζει. Τοιαῦτα μὲν οἱ ἄνθρωποι περὶ τῶν ὅρων τῆς γῆς διετάξαντο.