Πένταθλον. Ἅλμα ποδὸς δίσκου τε βολὴ καὶ ἄκοντος ἐρωή καὶ δρόμος ἠδὲ πάλη· μία δ᾿ ἔπλετο πᾶσι τελευτή. Ἅλμα πάλη δίσκευμα κοντὸς καὶ δρόμος. Εἰς τοὺς ἐννέα λυρικούς. Ἐννέα τῶν πρώτων λυρικῶν πάτρην γενεήν τε μάνθανε, καὶ πατέρας καὶ διάλεκτον ἄθρει. ὧν Μιτυληναῖος μὲν ἔην, γεραρώτερος ἄλλων Ἀλκαῖος πρότερος, ἠχικὸς Αἰολίδης. ἣ δ᾿ ἐπὶ τῷ, ξυνὴν πάτρην φωνήν τε δαεῖσα Σαπφὼ, Κληῖδος καὶ πατρὸς Εὐρυγύου. Στησίχορος Σικελός· πάτρη δέ οἱ Ἱμέρα ἐστίν· Εὐφήμου πατρὸς, Δωρικὸς ἁρμονίην. Ἴβυκος Ἰταλὸς ἐκ Ρηγίου ἠὲ Μεσήνης Ἠελίδα πατρὸς, Δωρίδα δ᾿ ἡρμόσατο. Παρθενίου δὲ πατρὸς λιγυρὸς πάις ἠετιήου εἴδει μελπόμενος, Τήιος Ἀνακρέων. Πίνδαρος ἦν Θηβαῖος, ἀτὰρ πατρὸς Σκοπελίνου, Δώριον αἰνήσας ἁρμονίην ἐπέων. ἠδὲ Σιμωνίδεω Κείου Δωριστὶ λαλοῦντος τὸν πατέρ᾿ αἰνήσας ἴσθι Λεωπρεπέα. ἶσα δαεὶς καὶ Κεῖος ἐὼν γενεῇ μελοποιὸς Μίλωνος πατέρος ἔπλετο Βακχυλίδης. Ἀλκμὰν ἐν Λυδοῖσι μέγα πρέπει· ἀλλὰ Δάμαντος ἐστὶ καὶ ἐκ Σπάρτης, Δωρίδος ἁρμονίης. Λυρικοὶ ποιηταὶ μουσικῶν ᾀσμάτων ἐννέα· ἐννέα δὲ καὶ αἱ καθ᾿ ἡμᾶς τῶν θείων ᾀσμάτων ὠδαί. | τὰ δὲ ὀνόματα τῶν προειρημένων λυρικῶν εἰσὶ τάδε· Ἀλκμὰν Ἀλκαῖος Σαπφὼ Στησίχορος Ἴβυκος Ἀνακρέων Σιμωνίδης Βακχυλίδης καὶ Πίνδαρος. Ἐννέα δὲ οἱ λυρικοί· Ἀλκαῖος Σαπφὼ Στησίχορος Ἴβυκος Βακχυλίδης Σιμωνίδης Ἀλκμὰν Ἀνακρέων καὶ Πίνδαρος.