Ὁ ἔχων οὖς ἀκουσάτω. Σαμικὸν μὲν οὖς, πᾶς ἄνθρωπος, πνευματικὸν δὲ, ὁ πωευματικὸς μόνος κέκτηται, ὃ τῷ Ἡσαΐᾳ προστέθειται. τῷ δὲ τοιούτῳ b δηλούσθω Cod. νικῶντι τὸν πρὸς τοὺς δαίμονας πόλεμον δώσειν ἐπαγγέλλεται φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, τουτέστι μετασχεῖν τῶν τοῦ μέλλοντος αἰῶνος ἀγαθῶν. περιφραστικῶς γὰρ διὰ τοῦ ξύλου δηλοῦται ἡ ζωὴ ἡ αἰώνιος, ὧν ἑκάτερον ὁ Χριστός ἐστιν, ὥς φησι Σολομὼν περὶ τῆς σοφίας λέγων, “ ξύλον ζωῆς ἐστιν πᾶσι τοῖς “ ἀντεχομένοις αὐτῆς,” καὶ ὁ παρὼν Ἀπόστολος ἑτέρωθι περὶ τοῦ Χριστοῦ λέγων “αὐτός ἐστί,” φησιν, “ὁ Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος.”