Οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον σου, καὶ τὴν ὑπομονὴν σου. Ἐν δυσὶ τὴν ἐκκλησίαν ἀποδεχόμενος, ἐν ἑνὶ ταύτην καταμέμφεται, ὃ καὶ μέσον τέθεικεν, τὰ κατορθώματα θεὶς ἑκατέρωθεν· ’τον μὲν κόπον καὶ τὴν ὕπερ τῆς πίστεως ὑπομονὴν καὶ τὴν πρὸς τοὺς κακοὺς ἀλλοτρίωσιν αὐτῆς ἐπῄνεσεν, ὅτι τε μὴ παντὶ πιστεύσασα πνεύματι, ἐπείρασε τοὺς ψευδαποστόλους· καὶ γνοῦσα ψευδεῖς αὐτοὺς, ἀπεπέμψατο. πρὸς δὲ τούτοις ὅτι τὰ ἔργα τῶν αἰσχροεργῶν Νικολαϊτῶν μεμίσηκεν· ἐμέμψατο δὲ ὅτι τὴν πρὸς τοὺς πλησίον ἀγάπην καὶ εὐποιίαν ἐχλίανεν, πρὸς ἣν αὐτὴν διὰ τῶν ἑξῆς ἀνεκαλέσατο, δι’ ὧν φησι, τὰ πρῶτα ἔργα ποίησον.