Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξία αὐτοῦ. Εἰκὸς διὰ τῶν ἑπτὰ ἀστέρων, ἤγουν Ἀγγέλων τῶν ἐν τοῖς εἰρημένοις ἑπτὰ οὐρανοῖς λογικῶν τάξεων δηλοῦσθαιb τὴν διακόσμησιν, ἐν τῇ δεξίᾳ τοῦ Χριστοῦ κειμένην, ἐν ᾗ καὶ τὰ τῆς γῆς πέρατα τοῦ καὶ ἐν μέσῳ τῶν ἐκκλησιῶν περιπατοῦντος, κατὰ τὴν οἰκείαν ὑπόσχεσιν, “ ὅπου γάρ, φησιν, “ εἰσὶ δύο ἢ τρεῖς “ συνηγμένοι ἐν τῷ ἐμῷ ὀνόματι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.”